Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΚΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-44
Not analysed yet
Ὅπως ἄν μὴ ἐκτείνωσιν οἱ δέκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν, κ. τ. ἑ. Τήρει τὸ (76) «Ἐκτείνωσιν, »ὅτι ἐν ἀνομίᾳ γίνεται. Πλὴν εἰ καθʼ ὑπόθειν ἀφεθείη ἡ ῥάβδος ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ἐκτενοῦσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. Χρησόμεθα δὲ τοῖς ῥητοῖς, ἐὰν ἐν διωγμῷ πόλλοὶ τὸν Θεὸν ἀρνῶνται, καὶ τοῖς εἰδώλοις ἐπιθύωσι, λέγοντες, ὅτι, Ἐπεὶ μὴ ἦσαν δίκαιοι οἱ ἀρνούμενοι, ἀφῆκε Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον αὐτῶν, ὅπως ἐκτείνωσιν ἐν ἀνομίᾳ χεῖρας ἑαυτῶν· «Ἀπὸ γὰρ τοῦ μὴ ἕχοντος καὶ ὃ ἔχει ἀρθήσεται. »