Ancient Greek · ~3 min
6 to 7
Origen, Selecta in Psalmos [Dub.] 6-48-7
Not analysed yet
Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Χιὼν, κ. τ. ἑ. Ἐν τῷ Δευτερονομίῳ (22) Μωϋσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἁερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲ Ἀμοῤῥαῖοι Σανϲ ??. Ἐστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιηκέναι. Τοῦ αὐτοῦ. Ὄρη Σιὼν (23) οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι, ἐφʼ οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ διʼ αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων.