Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 62
Not analysed yet
Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν, κ. τ. ἑ. Αἱ Γραφαὶ ἐκείνων ἦσαν πρῶται· ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Ἐκεῖνοι διδάσκαλοι ἐπαγγέλλονται γεγονέναι, ἅτε πρῶτοι παραλαβόντες νόμον καὶ προφήτας. Ἡμεῖς οὖν οἱ ἀπὸ τῶν ἐθνῶν λέγομεν· «Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. »Διὰ τί θέ; «Ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστί. »Καινὰ εὑρίσκω μαρτύρια παρὰ τὰ πολλάκις εἰρημένα μαρτύρια. Μελέτη μου γάρ ἐστι τὰ μαρτύρια Ἰησοῦ Χριστοῦ· παρεδεξάμην γὰρ αὐτὰ τὰ μαρτύρια, καὶ διὰ τοῦτο ἐγὼ ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. Εἶπεν αὐτοὺς ἐχθροὺς ὁ Ἐκκλησιαστικὸς, εἶπεν αὐτοὺς διδάσκοντας· νῦν λέγει αὐτοὺς καὶ πρεσβυτέρους.