Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-26
Not analysed yet
Τοῦ αὐτοῦ. Μήποτε «ὁ μηρὸς (35) »σύμβολόν ἐστι γενέσεως. Οἱονεὶ οὖν τὸ λεγόμενον τοιοῦτόν ἐστι· Σύναψον τῇ γενέσει σου τὸ αἱρετικὸν τῶν πολεμίων. Καὶ σαφὲς μὲν ἡ γένεσις Ἰησοῦ ξίφος ἐγένετο κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Ἤ ὁ ἐν ἁγνείᾳ βίου λόγος, ἀναιρῶν τὰ πάθη, περιζῶσθαι ῥομφαίαν λέγεται ἐπὶ τὸν μηρὸν αὐτοῦ. Πρῶτος δὲ Ἰησοῦς τοῦτο ἐποίησεν, ἐπεὶ οὐδὲν ἀνειμένον καὶ ἐκλελυμένον ἐν Χριστῷ. Κατὰ τοῦτο νοήσεις τὸ,« ἔντεινον. »Καὶ τὸν μὲν Σωτῆρα καὶ τοὺς ἁγίους αὐτοῦ ἡ δεξιὰ αὐτοῦ ὁδηγεῖ.