Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ν΄.
Origen, Selecta in Psalmos [Dub.] 7-29
Not analysed yet
Ἀπόδος μοι τὴν ἀγαλλίασιν, κ. τ. ἑ. ᾯ ὀφείλεται τι (17), ἀποδίδοται· ἀποδίδοται οὖν τῇ λογικῇ φύσει ἀγαλλίασις σωτηρίου Θεοῦ· καὶ ὁ τῷ ἡγεμονικῷ στηριζόμενος πνεύματι οὐ δουλεύσει τῇ ἁμαρτίᾳ. Ὥσπερ «ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς αάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· »οὕτως, ἐὰν μὴ ὁ Θεὸς κτίσῃ καρδίαν καθαρὰν ἔν τινι, οὐκ αὐτάρκης πρὸς τοῦτο προαίρεσις καὶ δύναμις ἀνθρωπίνη. Πρῶτον δὲ καρδία κτίζεται καθαρὰ, εἶτα ἐπὶ ταύτῃ εὐθὲς πνεῦμα ἐγκαινίζεται τοῖς ἐγκάτοις, καὶ ταῦτα μὴ ἀνταναιρεθέντος τοῦ ἁγίου Πνεύματος. Εἶτα μετὰ δύο πνεύματα πνεύματι ἡγεμονικῷ τις ὑπὸ Θεοῦ ρίζεται. ἵνα ἑδραῖός τις καὶ ἄσειστος ᾖ.