Ancient Greek · ~14 min
ΨΑΛΜΟΣ Γ΄.
Origen, Selecta in Psalmos [Dub.] 7.1
Not analysed yet
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας, κ. τ. ἑ. Τῷ Ἑβραϊκῷ ἐντυχόντες (88), τὸ «ματαίως »οὐδαμῶς εὕρομεν δυνάμενον δηλοῦσθαι. Τί γὰρ κοινὸν τῆς λέξεως τῆς «ματαίως »πρὸς τὴν σιαγόνα; Καὶ οἱ λοιποὶ δὲ ὡς τὸ Ἑβραϊκὸν τεθείκασιν. Εἰκὸς οὖν, ὡς τινες Ἐβραίων λέγουσι, τὰ ἀρχαῖα ἀντίγραφα ἑτέρως ἐσχηκέναι, ἢ τὸ εὐτελὲς περιϊσταμένους τοὺς Ἑβδομήκοντα τῆς λέξεως, τετολμηκέναι ἀντὶ τοῦ «σιαγόνα, »ποιῆσαι «ματαίως. »Νοήσωμεν τοίνυν τὸ ῥητὸν κατὰ τοὺς Ἑβδομήκοντα· διεξέλθωμεν πῶς δεῖ λαμβάνειν τὰ ἀνθρωπικώτερον εἰρημένα ὑπὸ τοῦ Θεοῦ, ἐξ ὧν εὐχερές ἐστιν ἰδεῖν πῶς λέγεται· «Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. »Οἱονεὶ γὰρ κοιμώμενον ἡμῖν, ὅτε ἡμᾶς παρέδωκε πείρας ἕνεκεν ταῖς ἀντικειμέναις ἐνεργείαις, διανίστησιν αὐτόν. Τάχα δὲ καὶ ὅτε τὸν Σωτῆρα ὑπὲρ ἡμῶν πάντων παρέδωκεν, ἐκοιμᾶτο αὐτῷ ὁ Πατήρ· ἀνίσταται δὲ σώζων αὐτὸν καὶ πατάσσων τοὺς ἐχθροὺς αὐτοῦ, εἴτε τοὺς ἐκ περιτομῆς, εἴτε τὰς ἀοράτους ἐχθροὺς τῆς ἀληθείας δυνάμεις. Ἐχθροῦ δὲ κατʼ οὐδέν ἐστι λόγος· μετὰ γὰρ τῶν μισούντων τὴν εἰρήνην ὁ ἅγιός ἐστιν εἰρηνικὸς, ἀγαπῶν τοὺς ἐχθρούς. Δόξαι δʼ ἄν τινος ἐχθραίνειν τις οὐ «ματαίως, »ἤτοι ἀνθρωπικώτερον τὸν ἐχθρὸν ἡμῶν ἐξεταζόντων ἢ καὶ εὐσεβέστερον· ἀνθρωπικώτερον μὲν, ἐπὰν, τὸν προκαταρξάμενόν τι κακοποιεῖν ἀποστραφεὶς, ἀμύνεσθαι βούληται· οὕτως γὰρ ἂν ὑποληφθείη μὴ «ματαίως »ἐχθραίνειν τῷ προηδικηκότι· εὐσεβέστερον δὲ, εἴ τις ἐχθρὸς γένοιτο διὰ τὸ ἀληθὲς, ὡς ὁ Ἀπόστολός φησιν· «Ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύων ὑμῖν· »καὶ τό· «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; »Καὶ ςητητόον εῖ εἰσί τινες μισοῦντες τὸν Θεὂν οὐδεὶς γὰρ ἂν τοῦτο ὁμολογήσειεν οὐδὲ τῶν τελέως ἀδίκων καὶ ἀθέων. Τίνες οὖν εἰσιν οἱ μισοῦντες τὸν Κύριον; Τίνες ὁμολογουμένως μισοῦσι τὸν Ἰησοῦν, καὶ καταναθεματίζουσιν αὐτόν; Τὰ δὲ γινόμενα εἰς αὐτὸν πάντως εἰς τὸν Πατέρα ἀναφέρεται. Καὶ πᾶς δὲ ἁμαρτάνων μισεῖ τὸν Θεὸν, ἢ τὴν σοφίαν ἐξευτελίζων. τουτέστι τὸν Χριστὸν, ἢ τόν δικαιοσύνην μισῶν καὶ ἐργαζόμενος τὴν ἀνομίαν. Καὶ ἐπεὶ δικαιοσύνη ἐστὶν ὁ Χριστὸς, ὁ μισῶν τὸν Χριστὸν τὴν δικαιοσύνην, σεῖ τὸν Θεόν. Φανεροῦ δὲ γενομένου τίς ὁ μισῶν τὸν Θεὸν, ἐὰν μὴ ἀκριβώσωμεν τί ἐστι τὸ, «Οὐχὶ τοὺς μισοῦντάς σε. Κύριε, ἐμίσησα;» πάντας ἀνθρώπους μισήσομεν παρὲξ ὀλίγων· σφόδρα σπανίων ὅντων τῶν διὰ τῶν ἔργων χαρακτηριζομένων ἀγαπᾶν τὸν Θεόν. Τούτου δὲ τί ἄλλο εἴη ἀτοπώτερον τοῦ ἀπεστράφθαι πάντας, καὶ, εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἑαυτόν; Εὐγνωμόνως γὰρ ἐτάζων τὰ περὶ αὐτοῦ ἕκαστος, εὑρεθήσεται μισῶν τὸν Θεόν. Μήποτε οὖν οὕτω νομιστέον εἶναι τό μισοῦντατὸν Θεὸν, ἀλλὰ τὰ τοῖς λογικοῖς κακὰ συμβεβηκότα· οἷον ἀδικία μισεῖ τὸν Θεὸν, καὶ ὁ ἄδικος μισεῖ τὶν Θεὸν, καθὸ ἄδικός ἐστι, τῆς ἐν αὐτῷ ἀδικίας τοῦτο δρώσης. Χρὴ οὖν ἡμᾶς μισῆσαι τὰ τοιάδε συμβεβηκότα καὶ πρώτως ἐχθρὰ ἡμῶν τυγχάνοντα, τελείῳ μίσει, τουτέστιν, ἀπὸ τελειότητος ἐρχομένῳ. Ὥσπερ γὰρ ἀπὸ τελειότητος ἔρχεται δικαιοσύνη καὶ σωφροσύνη, οὕτως καὶ τὸ τοιόνδε μῖσος. Ταῦτα δὲ ἡμῖν εἴρηται ἐξετάζουσι τὸ, «Ἐπάταξας τοὺς ἐχθραίνοντάς μοι ματαίως· »πάντων τῶν ἐχθραινόντων τινὶ, ματαίως ἐχθραινόντων. Τοιοῦτον τὸ, «Ἐμίσησάν με δωρεάν. »Ὁποῖοι δὲ οἱ συντριβόμενοι ὀδόντες τῶν ἁμαρτωλῶν, τοιοῦτοι καὶ περὶ ὧν εἴρηται· «Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. δόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι, παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες, οἷς ὀδοῦσι χρώμενοι πολλάκις οἱ ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα· «Φα· νερὰ δέ ἐστι τὰ ἕργα τῆς σαρκὸς, »φησὶν ὁ θεῖος Ἀπόστολος.