Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Γ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-3
Not analysed yet
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι, κ. τ. ἑ. Πρέπουσα ἁγίῳ φωνὴ (87) κατωρθωκότι μεγίστην ἀρετὴν, τὴν ἀφοβίαν, διὰ τὴν πρὸς Θεὸν πεποίθησιν· ᾗ ὁμοία· «Ἐὰν παρατάξηται ἐπʼ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. »Καὶ ὁ Σωτὴρ ἐν πνεύματι γινώσκων τὰς αἰτουμένας αὐτὸν σταυρωθῆναι μυριάδας λαοῦ τῆς κατατομῆς, καὶ ὁρῶν τὸ ἀτάραχον αὐτοῦ (κατὰ σάρκα δὲ ταῦτά φημι), λέγοι ἂν ταῦτα. Ἐὰν δέ τις κατανοήσῃτὸ πλῆθος τῶν ὑπὸ τῶν ἐχθρῶν βαλλομένων, ἐπιτιθεμένων τῇ ψυχῇ καὶ ταρασσόντων καὶ κυμαινόντων αὐτὴν, ἐν καιρῷ ἂν φθέγγοιτο, ἐπὶ τὸν Θεὸν καταφεύγων, τὸ, «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι. »