Ancient Greek · ~13 min
ΨΑΛΜΟΣ Κ̣?΄.
Origen, Selecta in Psalmos [Dub.] 7.1-3
Not analysed yet
Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἵκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τόν ναόν αὐτοῦ· ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ αεακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με. Μεμαθήκαμεν (13) οἶκον Κυρίου λέγεσθαι τὴν Ἐκκλησίαν Θεοῦ ζῶνπος, ἐκ λίθων ζώντων. Οὕσης δὲ καὶ χρηστότητος, οὔπς δὲ καὶ ἀποτομίας Θεοῦ, οἱ μὲν κατοικοῦττες ἐν οῖχῳ Κυρίου ὄψονται τὴν ἐν τῇ χρηστότητι τοῦ Θεοῦ τρπνότητα· οἱ δὲ ἕξω τοῦ οἴκου τυγχάνοντες τῆς ἀπππομίας αὐτοῦ πεῖραν λήψονται. Εἰ διαφέρει δὲ ναὸς Κυρίου καὶ οἶκος Κυρίου ἐπιστήσεις, καὶ εἰ οἶκος μὲν ἡ Ἐκκλησία ἀναλόγως Λευΐαις καὶ ἱερεῦσι. Πρῶτον ἐν τῇ σκηνῇ τοῦ Θεοῦ κρύπτεταί τις ἐν ἡμέρᾳ κακῶν ἀπὸ Κυρίου, εἶτα σκεπάζεται ἐν ἀποκρύφι τῆς σκηνῆς αὐτοῦ, καὶ τρίτον ἐν πέτρᾳ ὑψοῦτα:. Αἰτεῖ τοίνυν τὴν Ἐκκλησίαν οἰκεῖν διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς τεψωτισμένης αὐτοῦ ζωῆς. Ἐπὶ γῆς. φησὶ, τυγχάνων, εἰ καὶ πολλῶν δεῖ μοι τῶν ἀγαθῶν, μίαν αἴτησιν τέως αἰτῶ. Ἀθρόως γὰρ ἐν πᾶσιν οὐχ οἷόν τε γενέσθαι τοῖς ἀγαθοῖς, μήπω τόδε λείποι τὸ μέγα καὶ ἐξαίρετον, «τὸ θεωρεῖν με, »καὶ τὰ ἐξῆς. Ὁ δὲ ἀγαπῶν τὴν εὐπρέπειαν τοῦ οἵκου Κυρίου βούλεται τερπνῶς ἐναπολαῦσαι τῇ θέᾳ, καὶ μετὰ τὴν θεωρίαν ἐπισκέτεσθαι τὸν ναὸν αὐτοῦ. Θεωρεῖ δέ τις τὴν τερπνότητα Κυρίου, τὰ ὑποβεβηκότα δόγματα τῆς Ἐκκλτσίας ὁρῶν· προσβαλὼν δὲ τοῖς περὶ Τριάδος, περι. θρήσει τὸν ναὸν αὐτοῦ. Εὐπρέπεια δὲ Κυρίου καὶ πᾶς ὁ κατʼ ἀρετὴν βίος τῶν ἐν θεοσεβείᾳ διαπρεπόνπαων. «Ὅτι ἕκρυψέ με,» καὶ τὰ ἐξῆς. «Οἱ μὲν ἐχθροὶ, φησὶν, ἠσθένουν καὶ ἔπιπτον· »ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ διάγειν ἐν ἐρημίαις, καὶ μὴ ἕχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Καὶ ἐν τῷδε τῷ τῶν διωγμῶν καιρῷ ἐσκέπασέ με. Ἀπόκρυφον δὲ σνηνῆς τὸ ἐνδότατόν τε καὶ ἅβατον, ὅπερ ἐκάλουν Ἅγια ἀγίων. Οὐ πάντως δὲ τὴν σκηνὴν ἐν τόπῳ γεγενῆεθαί φησιν, ἀλλʼ ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ, καὶ πάσης ἀπηλλαγμένῃ τῆς τῶν πολλῶν κοινωνίας. Ἀλλ᾿ οὐκ ἀφῆκέ με, φησὶ, μέχρι τέλους λανθάνειν, ἀλλἀ καὶ ἑτέροις χρήσιμον γενέσθαι βουλόμενος, ἐν πέτρᾳ τῷ Χριστῷ ὕψωσέ με. Καὶ ἅλλως δὲ πολλάκις εῖρτ ται τὴν μὲν σκηνὴν δηλοῦν προκοπὴν, τὸν οἶκεν δὲ τελειότητα. Οὐδεὶς οὖν, ἐνεστηκυίας αὐτῷ τῆς τῶν κακῶν ἡμέρας, ἐν οἴκῳ εἶναι δύναται τοῦ Θεοῦ· ἀλλ᾿ ἐν τῇ σκιᾷ κρύπτεται, τῷ τὴν προκοπτὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον. Ἕτι γὰρ μετανοοῦντες, οὐ δύνανται ἕχειν τὴν τελειότητα. Δύναται δὲ καὶ νῦν κακὰ νοεῖσθαι τὰ περιστατικά· ἀπόκρυφον σκηνῆς αὐτοῦ ἐπὶ τῆς παιδεύσεως, κἀκεῖ προκόπνμεν. Τὰ μέν ἐστι προφανῆ, τὰ δὲ μυστικά. Οὐα ἐτ τοῖς ἐπιπολαίοις οὖν ὁ Θεὸς τὸν προκόπτοντα σαές Αὐτοῦ δὲ εἶπε σκηνὴν, ἐπεὶ μὴ πᾶσα κατὰ Θεὸν προκοπή· διεδέξατο δὲ τὴν προκοπὴν ἡ πέτρα τῆς τελειότητος. Κατάλληλον δὲ τῇ μὲν προκοπῇ τὸ «ἔκρυψς, τῇ δὲ τελειότητι τὸ «ὕψωσε.» Λέγοις δʼ ἂν σπνὴ καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν, ἐν ᾗ ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ Θεὸς. ὑψῶν αὐτὸν ἐν τῇ πέτρᾳ τῷ Χριστῷ.