Ancient Greek · ~2 min
5 to 6
Origen, Selecta in Psalmos [Dub.] 5-21-6
Not analysed yet
Τοῦ αὐτοῦ. Ὁ μὲν πρακτικὸς (12) διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι δόγμασι καθαιρεῖ τὸ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον. Καρδίαν δὲ τὸ ἡγεμονικὸν λέγει, ὅπερ οὐ φοβηθήσεται. Τάχα γὰρ ἡ ἀσθενήσασα σὰρξ φοβηθήσεται, ἐπεὶ τὸ φρόνημα αὐτῆς ἐχθρόν ἐστιν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. Τοῦ αὐτοῦ. Ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Ἐν τῇ καρδίᾳ. Ἐφωτίσθη γὰρ ἐν ταύτῃ τῇ βοηθείᾳ ἧς πεῖραν ἔλαβον, ὅθεν οὐδὲ ἄλλην πλείονα παράταξιν δέδοικα, σκεπούσης με τῆς τοιαύτης βοηθείας.