Ancient Greek · ~1 min
8 to 9
Origen, Selecta in Psalmos [Dub.] 8-10-9
Not analysed yet
Τοῦ αὐτοῦ. Ὤδῖνες θανάτου (66), ἤτοι αἱ τὸν θάνατον τίκτουσαι, ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, δστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται. Τοῦ αὐτοῦ. Χείμαῤῥοι ἀνομίας (67) οἱ παράνομοι λογισμοὶ, οἵτινες ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατʼ ἐνέργειαν ἁμαρτίας.