Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-17
Not analysed yet
Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρέοτ, κοὶ εῖς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἐ. Ἕργα μὲν Κυρίου (29) τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χερῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. «Οὐχὶ ἡ χείρ μου, φησὶν. ἐποίησε ταῦτα πάντα; »Ἤ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. αΚαθελεῖςαὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.» Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἕτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς.