Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΝΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-23
Not analysed yet
Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων, κ. τ. ἑ. Ὁ καθαιρῶν (25) τὰ μοχθηρὰ οἰκοδομήματα Θεὸς καθαιρεῖ τὸν Δωὴκ, ἤτοι τῷ μηδὲ τὸν τοῖχον τῆς οἰκοδομίας αὐτοῦ καταλιπεῖν τὸ πᾶν καὶ ἐξ ὅλων οἰκοδομεῖσθαι κακῶς ἢ ἐπεὶ οἱ χείρους τελευταῖοι οἰκοδομοῦνται, κάκιστος δέ ἐστιν ὁ Δωὴκ, ἐγγὺς τοῦ τὸν ἔσχατον ἐχθρὸν καταργεῖσθαι τὸν θάνατον, ἐπὶ τῷ τέλει καθαιρεθήσεται. Εἰ δὲ τὸ ῥίζωμα Ἰδουμαίου Δωὴκ ἐκτίλφρεααι ἐκ γῆς ζώντων, ἐκεῖ πεφύτευτο.