Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-24
Not analysed yet
Τοῦ αὐτοῦ. «Καταπόντισον (45), Κύριε. »Τίνων αὐτῶν, ἢ ἐχθροῦ καὶ ἁμαρτωλοῦ; ἢ ὡς ἄβυσσος σοφία, ἐν ᾗ ἐστι τὰ βάθη τοῦ Θεοῦ, καταποντίζει ἐπικλύζουσα γλώσσας καὶ φωνὰς ἐχθροῦ τῇ ἀληθείᾳ τοῦ λόγου, καὶ τῶν πρεσβευόντων αὐτὸν, καὶ καταδιαιρεῖ αὐτὰς, διελέγχουσα τὸ ἀσύμφωνον καὶ τὸ διεσπασμένον αὐτῶν. Ἡ δὲ αἰτία τοῦ ταῦτα λέγεσθαι ἐπιφέρεται. Ἔστι γὰρ καὶ ἀντιλογία ἡ πρὸς τὴν ἀλήθειαν τῶν λογομαχούντων, εἰς οὐδὲν χρήσιμον εἰ μὴ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Χριστὸς δὲ λέγοι ἃν τὰ ἑξῆς περὶ τῆς Ἱερουσαλὴμ πόλεως, ἰδὼν τὴν ἐν αὐτῇ ἀνομίαν, καὶ τὴν περὶ αὐτοῦ ἀντιλογίαν τῶν διάφορα περὶ αὐτοῦ λεγόντων. «Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς. »Εἰς πρόσωπον τοῦ προδότου ἀνεφέρετο ἂν δικαίως.