Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΞΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-26
Not analysed yet
Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, κ. τ. ἑ. Ὀρωανός ἐστιν (80) ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο. «Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. »Τόπος Θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. »Μονοτρόπους φησὶ τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν ἰδίαν ζωὴν, πάσης διχοψυχίας καὶ κοσμικῆς ἐπιθυμίας αὐτὴν ἀλλοτριώσαντας. Τούτους δὴ οὖν καὶ ἐν τῷ οἴκῳ αὐτοῦ, τουτέστι τῇ ἐπουρανίῳ πόλειι κατοικίζεσθαι ἐπαγγέλλεται. Οἷδε δὲ ἡ Γραφὴ καὶ τὰ ἐπιτηδεύματα τόπον καλεῖν. Ἐν τόπῳ οὖν ἁγίῶ, οἱονεὶ ἐν τοῖς ἐξῃρημένοις καὶ ἁγνοτάτοις αὐτοῦ ἐπιτηδεύμασιν. «Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. »Ὥσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ. οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ, καὶ τοὺς ἄφρονας ἐν φρονήσει.