Ancient Greek · ~14 min
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 8.1-2
Not analysed yet
Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς, κ. τ. ἑ. Καὶ παρὰ τῷ Ἀποστόλῳ (76) ἡ ἐκπληκτικωτέρα ἀγωγὴ, ἦς δέονται οἱ ἁμαρτάνοντες καὶ οἱ ἀσθενέστεροι τῶν πεπιστευκέναι νομιζομένων, ῥάβδος ὀνομάζεται, λέγοντι· Τί θέλετε; ἐν ῥάβδῳ ἕλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραότητος; »Καὶ ἔτι πρότερον παρὰ τῷ Προφήτῃ τοῖς ἁμαρτάνουσιν ὁ θεῖος λόγος ἀπειλεῖ ῥάβδον καὶ μάστιγας, ἐπὶ τῷ τὸν ἔλεον μὴ ἀποστῆσαι ἀπὸ τοῦ Πατρὸς αὐτῶν, τουτέστι τοὺ Χριστοῦ, τοιαύτης θεραπείας δεομένων. «Ἐπισκέψομαι »γὰρ, φησὶν, «ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτοῦ. »Διὰ τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς ῥάβδος εἶναι παρὰ τῷ Ἡσαῒᾳ λέγεται. Ἀλλʼ ἐπεί τινες οὐ δέονται τῆς ἐν σκληρότητι ἀγωγῆς ἑαυτοὺς παρέχοντες ἀξίους τῆς χρηστότητος τῶν θεωρημάτων τοῦ λόγου, καὶ ἄνθος ταρὰ τῷ αὐτῷ προφήτῃ ὀνομάζεται· «Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαῖ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. »'Ράβδου τοίνυν δέονται ποιμαινούσης οἱ κτηνωδέστεροι τῶν τῷ Θεῷ διὰ Χριστοῦ προσερχομένων. Ἀναγκαῖον δὲ ἀκολούθως σῶσαι πῶς ὁ Πατὴρ τῷ Υἱῷ φησιν ὁ δοὺς αὐτῷ κληρονομίαν τὰ ἔθνη, καὶ κατάσχεσιν τὰ πέρατα τῆς γῆς· «Ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.» Τίς γὰρ δίδωσι κληρονομίαν ἐπὶ τῷ συντριβῆναι αὐτὴν ὑπὸ τοῦ κληρονομοῦντος; Δεικτέον οὖν ἀπὸ τῶν Γραφῶν τὴν συντριβήν τινων κεῖσθαι ἐπʼ ὠφελείᾳ. Εὕρομεν δὴ ἐν τῷ πεντηκοστῷ ψαλμῷ τὸ, «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· »καὶ ἐν ἑτέρῳ προφήτῃ προστακτικῶς λεγόμενον τὸ, «Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. »Οὖκοῦν πνεῦμά ἐστιν ἐν ἧμῖν ὁ συντρίψαι δεῖ, ἵνα συντριβὲν γένηται θυσία τῷ Θεῷ. Καὶ τί ἂν ἄλλο τοῦτο εἴη ἢ τὸ χεῖρον, ὅπερ ὑγιὲς μὲν εἶναι δοκεῖ ὅτε ἐνεργεῖ· συντέτριπται δὲ, ὅτε λόγῳ Θεοῦ τὰς δυνάμεις αὐτοῦ συνεθραύσαμεν. Ἀλλὰ καὶ καρδία τις ἐν ἡμῖν ὑπάρχει ποτὲ μέγα φρονοῦσιν ἐπὶ μοχθηροῖς δόγμασι σεσωματοποιημένοις εἰς ἑνότητα εἱρμοῦ ἐπιβλάβη ὁλόκληρος νομιζομένη καὶ μετέωρος, ἣν ἀναγκαῖον συντρίψαι καὶ ταπεινῶσαι, ἵνʼ, οὕτως ἀποθεμένη τὸ τοῦ ἐξουθενεῖσθαι ὑπὸ Θεοῦ εἶναι ἀξία, γένηται ἐν προσαγωγῇ παρὰ τῷ ἀμειβομένῳ τοὺς αἰσθομένους ἑαυτῶν, καὶ κακίζοντας μὲν τὴν πονηρὰν αὐτῶν διάθεσιν, προσφεύγοντας δὲ τῇ χρηστότητι τοῦ μόνου εὐεργετῆσαι αὐτοὺς δυναμένου Θεοῦ. Σαφὲς δὲ καὶ ἐκ τῶν προειρημένων ναὶ τὸ, «Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. »Ὅνπερ οὖν τρόπον πνεῦμα καρδίαν συντετριμμένη θυσία προσακτέον τῷ Θεῷ, καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην τῷ καλῶς αὐτὴν ἐν τούτοις γεγονέναι οὐκ ἐξουθενεῖ ὁ Θεὸς, καὶ ὀλολυγμὸν ἀπὸ συντριβῆς πνεύματος ἀναπεμπόμενον προσίεται· οὕτως συντριβήν τινα νοήσομεν ἣν ἐργάζεται ὁ Χριστὸς πειθόμενος τῷ δόντι αὐτῷ τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν τὰ πέρατα τῆς γῆς, τὸ γεῶδες καὶ ὑλικὸν ἀπὸ τῶν παθῶν καὶ τῶν τῆς κακίας ἰδιωμάτων προσγενόμενον τῇ ψυχῇ συνθραύων, καθʼ ὃ εἰδωλολάτραι ἦσαν καὶ πόρνοι. Καὶ γὰρ λέγεται ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ· «Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν, καὶ ἐμνήσθησαν, ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν. »Οὐκ ἅτοπον τοίνυν τὸ οὕτως ἀποκτίννυσθαι, ἢ ὡς σκεῦος κεραμέως συντρίβεσθαι· καὶ γὰρ οἱ ἁμαρτωλοὶ, ὅσον εἰσὶν ἀμαρτωλοἰ, ἐλογίσθησαν, ὥς φησιν ὁ προφήτης Ἱερεμίας, εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως.