Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 84
Not analysed yet
Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· τὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην, κ. τ. ἑ. Ὁ ιθηλούμενος σταυροῦται, Ζητῶ οὖν τὸν σταυρὸν, ὶ ζητῶ μήποτε ὁ σταυρός ἐστιν ὁ φόβος τοῦ Θεοῦ. αὶ γὰρ εἶπεν ὁ Σωτήρ· «Ὅς ἐὰν μὴ ἄρῃ τὸν σταυν» αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος. ολλάκις δὲ διεστειλάμεθα περὶ φόβου καὶ ἀγάπης· αὶ τελειότερον εἰρήκαμεν τὸν ἀγαπῶντα τοῦ φοβουένου, καὶ ἀναγκαῖον εἶναι τὸν φόβον πρὸς εἰσαγωἡν. Ὅπου δὲ εἰσέλθῃ «τελεία ἀγάπη, ἔξω βάλλει τὸν όβον. »Ἐπεὶ τοίνυν εὑρίσκεται καθηλούμενος ἐκ νῦ φόβου ὑπὸ τοῦ Θεοῦ ὁ δίκαιος, ζητῶ, μήποτε μὲν σταυρούμενος φοβεῖται καθηλούμενος ἐκ τοῦ όβου, ἵνα νεκρώσῃ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἡνίκα ἂν ἔλθῃ ἡ τελεία ἀγάπη, καθαιρεῖται ἀπὸ τοῦ σταυοῦ, θάπτεται, ἐκ νεκρῶν ἐγείρεται, ἱν ἐν καινότητι ωῆς περιπατήσῃ, οὐκέτι κατὰ φόβον, ἀλλὰ κατὰ τὴν γάπην τὴν ἐν Χριστῷ Ἰησοῦ.