Ancient Greek
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 86
Not analysed yet
Δοῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με καὶ γνώσομμαι τὰ μαρτύριά σου, κ. τ. ἑ. Οὐδεὶς δοῦλος τῆς ἁμαρτίας δοῦλός ἐστι τοῦ Θεοῦ· ὁ οὖν δουλεύων ἐν πάσῃ πράξει καὶ διανοήσει, ποιῶν πάντα κατὰ τὸν λόγον αὐτοῦ, οὗτος λεγέτω· «Δοῦλός σου εἰμὶ ἐγώ. »Τοιοῦτος ὦν ὁ Προφήτης, ἀξιοῖ μισθὸν λαβεῖν τῆς δουλείας τό· «Συνέτισόν με. »Ἔστι γὰρ σύνεσις διδομένη ἀπὸ Θεοῦ, ἣ ἀπόκειται παρὰ τῷ Θεῷ ὡς ἐν θησαυροφυλακίῳ. Πνεῦμα γὰρ, φησὶ, σοφίας καὶ συνέσεως, καὶ τὰ ἑξῆς τῶν ἀγαθῶν χαρίσματα ἀναπαύσεται ἐπ᾿ αὐτόν.