Ancient Greek · ~5 min
ΨΑΛΜΟΛ ΜΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 9-23
Not analysed yet
Εὐφρανθήτω ὅρος Σιών, κ. τ. ἑ. Εὐφραίνηταιτὸ Σιὼν (74) ὄρος, καὶ ἀγαλλιῶσιν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ, τῷ θεω ρεἴν αὐτῶν τοὺς λόγους, καὶ κατὰ τοὺς λόγους ἔργαΚαὶ οἱ νοήσαντες τὴν Σιὼν κυκλοῦσιν αὐτὴν, καὶ περιλαμβάνουσιν αὐτήν· καὶ ἀναβάντες ἐπὶ τοὺς πύργους αὐτῆς, διηγοῦνται ἄνωθεν τοἴς μηδέπω δυνηθεῖσιν ἀναβῆναι ἐπὶ τοὺς πύργους αὐτὴς, λέγοντες· Θέσθε τὰς καρδίας ὑμῶν, ἵνα κατανοῆτε τὴν δύναμιν αὐτοῦ, καὶ ἕκαστος διʼ ὧν πράττει πολιτευόμενος ἀξίαν τὴν μνήμην λάβῃ τῆς κατὰ διαιρέσεως τῆς πόλεως. Ἤ καὶ οὕτως· Τῆς γνώμης τῆς ἐκκλησιαστικῆς σκοπευτικῆς οὔσης τῆς ἀληθείας, καὶ διὰ τοῦτο Σιὼν καλουμένης, περιληπτέον αὐτῆς ἐν διανοία τὰ δόγματα. Ἐπιστημονικῶς τοίνυν κατανοήσαντες τὴν ταύτης διδασκαλίαν, διαιρετικῶς ἔκαστον ἐξετάζετε. Βάρεις γὰρ αὐτῆς αἱ καθʼ ἕκαστον θεωρίαι, ἐν αἷς οἰκεῖ τῆς εὐσεβείας τὰ δόγματα. Καὶ ἐπεὶ ἡ προτέρα γενεὰ, ἡ τὴν πόλιν καὶ τὴν δύναμιν αὐτῆς παραλαβοῦσα, πονηρὰ ἠλέγχθη, ἐπιστήσαντες τῇ δυνάμει τῆς πόλεως, καὶ καταδιελόντες τὰς βάρεις αὐτῆς, γνώσεσθε τὰ περὶ τῆς κλήσεως τῶν ἀγίων, ἥτις ἐστὶν ἑτέρα γενεὰ παρὰ τὴν προτέραν· εἵπερ καὶ διηγήσεσθε, ὅτι οὗτός ἐστιν ὁ Θεὸς, ὁ τὰ προειρημένα παράδοξα ποήσας, ἀποδαλὼν τὴν προτέραν γενεὰν, αἰώνιος ὢν, καὶ ἀεὶ ὡσαύτως ἔχων. Καὶ αὐτὸς ποιμανεῖ ἡμᾶς κατὰ τό· Στήσεται καὶ ὅψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐ- τοῦ ἐν ἰσχύῖ Κύριος.