Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΟΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 9-30
Not analysed yet
Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ, καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φσῦερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, κ. τ. ἑ. Ἀφαιρεῖται πνεύματα (21) ἀρχόντων ὁ φοβερὸς τῶν βασιλέων τῆς γῆς. Πνεῦμα δὲ ἀρχόντων ἐστὶν ἐν τοῖς ἀρχομένοις ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. Πνεῦμα δὲ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ἦν καὶ ἐν Ἰούδᾳ τῷ προδιδόντι τὸν Ἰησοῦν. Φοβερὸς δὲ τούτοις τοῖς πνεύμασι γενόμενος ὁ Σωτὴρ, ἀφαιρεῖ αὐτὰ ἀπὸ ἐνεργούντων ᾧ αὐτὸς οἶδε καιρῷ, ἵνα μετανοἡ σωσιν. Οὕτω δὲ καὶ φοβερός ἐστι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, περὶ ὧν εἴρηται· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. »