Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΙΕ΄
Origen, Selecta in Psalmos [Dub.] 9-8
Not analysed yet
Διὰ τοῦτο ηὺφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, κ. τ. ἑ. Ἀντὶ τοῦ, ὁ νοῦς μου (34). Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, «Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. »Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸν Ἰώβ. Γλῶσσαν δὲ νῦν τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος λέγει. «Δόξα »γάρ «μου, φησὶ, «καὶ ὑψῶν τὴν κεφαλήν μου »πρὸς τὸν Κύπιον. Ὁ δὲ «Κύριος τὸ πνεῦμά ἐστι »κατὰ τὸν Ἀπόστολον. Ηὐφράνθην, φησὶ, τῇ ἐλπίδι τῆς μετὰ τρίτην ἡμέραν ἀναστάσεως. Ἀγάλλεται γὰρ ἡ γλῶσσα ὡς ἔμψυχος καὶ χαίρεται λέγουσα, καὶ ἑτέρους ποιεῖ ἀγάλλεσθαι. «Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι. »Ἡ σάρξ μου, ἀντὶ τοῦ, ἡ ἐμψύχωσίς μου. Οὕτω καὶ Ἰώβ φησι· «Σάρκα με καὶ κρέας ἐνέδυσας. »