Ancient Greek
32.9 to 33.20
Orphica, Argonautica 32.9-33.20
Unproofread scanNot analysed yet
καὶ Κρόνον αἰνολέτην, ὡς τ’ ἐς Λία τερπικέραυνον ἤλυθεν ἀθανάτων μακάρων βασιλήιος ἀρχή. μέλπον θ’ ὁπλοτέρων μαχάρων γένεσίν τε ἡρίσιν τε· 430 καὶ Βοιωῶς, Βάκχιο, Γιγάντων τ’ ἐογ’ ἀίδηλα, ἀνθρώπων τ’ ὀλιγοδρανέων πολυνεθνέα φυλὴν 430 ἤειδον· στεινὸν δὲ διὰ σπέος ἤλυθεν αὐδή ἡμετέρας χέλυος μελιχρὴ ὅπα γηρουόσης. στείνετο δ’ ἄκρα κάρηνα καὶ ἄγκεα δενδρόεντα 435 Πηλίου, ὑψηλὰς τε μετὰ δρύας ἤλυθε γῆρυς· καὶ ὅ’ αἱ μὲν πρὸ ῥοίζοι ἐπ’ αὐλίων ἐρρώοντο πέτραι τ’ ἐσμαράγουν, θήρες δ’ ἀΐοντες ἀοιδῆς 435 σπήλυγγοι προστάροιθεν ἀλυσκάζοντες ἔμμονον· οἰωνοὶ τ’ ἐκηλοῦντο βοαύλια Κενταύροιο 440 ταρσοῖς κεκμηῶσιν, ἑξῆς δ’ ἐλάθοντο καλιῆς. αὐτὰρ ὁρῶν Κένταυρος ἐθάμβεε χειρ’ ἐπὶ παλμῷ 440 πυκνὸν ἐπισσείων, οὖδας δ’ ἤρασσεν ὀπλήσι. Τίφυσ δ’ εἰσεπέρησε νεὼς ἄπο, καὶ ὅ’ ἐκέλευσεν ὦλα περᾶν Μινύῃσιν· ἐγὼ δ’ ἄμπανον ἀοιδήν. 445 οὐ δὲ θοῶς ἤγερθεν, ἔδυνε δὲ τεύχε’ ἕκαστος. παῖδα δ’ ἐν ἀγκαλίδεσσιν ἀνίσχανεν ἱππότα Πηλεύς, 445 ΑΡΓΟΝΑΥΤΙΚΑ. καὶ ὅ’ ἔκυσεν κεφαλὴν τε καὶ ἄμφω φάει χαλῷ δακρύσεν γελῶν· κληθήσῃ δὲ φρέν’ Ἀχιλλεὺς. αὐτὰρ ἐμοὶ Κένταυρος ἥ γέρας ὤπασε χειρὶ νεβρὴν παρδαλέην, ξενίην δῶρα φέροιμι. ἀλλ’ ὅτε δὴ σπῆλυγος ἀποπροθορόντες ἔβημεν, ἄκρης ἐν σκοπιῆς ὁ γέρων ἄνὰ χεῖρας ἀείρων Φιλυρίδης ἥρπτο, θεοὺς δ’ ἐπεκέλετο πάντας, νόστον μὲν Μινύσιιν ἰδὲ κλέος ἐσθλὸν ἀρέσθαι ὁπλοτέροις βασιλεῦσιν ἐπ’ ἐσσομένοις μερόπεσσιν. Αὐτὰρ ἐπεὶ ὅ’ ἐπὶ θῖνα καὶ ἐς νέα πάντες ἔβησαν, ἐν προτέροις θώοισι καθίζανον· ἐν δ’ ἄρ’ ἐρετμοῖς χεῖρας ἐραπλώσαντες ὑγρὴν ἅλα τύπτον ἕκαστος Πήλιον ἐκνεύσαντες· ὑπὲρ μέγα λαῖτμα δὲ πόντον ἀφρὸς ἐπιζέων χαροπὴν λεύκαινε θάλασσαν. Τισαίῃ δ’ ἀπέχρυθῆν ἄκρη καὶ Σηπιάς ἀκτή, φάνθη δὲ Σκίαθος, Λόλοπός τ’ ἀνεφαίνετο σῆμα ἀγγιαλὸς δ’ Ὀμόλη ῥεῖθρον τ’ Ἀμύρου ἀλιμυρές, ὃς διὰ πολλὴν γαῖαν ἱεὶ μεγαλόβρομον ὕδωρ. Οὐλύμπου δὲ βαθυσκοπέλου πρηϊνᾶς ἐρυμοὺς εἰσέδραμον Μινύαι καὶ Ἄθω δενδρώδεα κνημὸν Παλλήνην τ’ εὐρείαν ἰδὲ ζαθέην Σαμοθρῆκην, ἔνθα καὶ δόρια φρικτὰ θεῶν, ἄρρητα βροτοῖσιν,