Ancient Greek · ~1 min
Volume 12
Orphica, Fragmentum astrologicum 12.158
Not analysed yet
Ἐκ τῶν δώδεκα τρόπων Ὀρφέως. Περὶ ὡροσκοπούντων ζῳδίων. Δύο τροπικὰ ζῴδιά εἰσιν Αἰγόκερως καὶ Καρκίνος. —Τῶν τροπικῶν ζῳδίων ὡροσκοπούντων μὴ ἅψῃ ὁδοῦ· χαλεπὴ γὰρ καὶ βραδεῖα καὶ οὐ μετὰ καλοῦ· ἐν τροπικοῖς μὴ ἀναχώρησον ἀπὸ ἀνδρός, ὦ γύναι· οἱ φίλοι ἔχθραν ποιήσουσιν καὶ πάλιν φίλοι γίνονται τὴν ἔχθραν ἀποβάλοντες, ἡ δὲ τροφὸς ἐν τροπικοῖς