Ancient Greek · ~7 min
Volume 12
Orphica, Fragmentum astrologicum 12.159
Not analysed yet
γάλα δώσει ἀρχήν· οὐ μόνον θρέψει τὸ παιδίον, ἀλλὰ καὶ ἄλλον· ἐν τροπικοῖς σπείρειν χρὴ σπέρματα, φυτὰ δὲ φυτεύειν ἐν στερεοῖς, ἐπειδὴ τὰ μὲν σπέρματα θερίσαι ἀνάγκη, τὰ δὲ φυτευόμενα θέλομεν· μηδὲ οἴκου θεμέλιον ἐν τροπικοῖς βαλεῖν, μηδὲ γῆν πωλῆσαι, ἐπεὶ τὰ κτίσματα οὐ μένει ἢ ἄλλως οὐ πληρώσῃ τὸ ἔργον, ἐν τροπικοῖς ἀῤῥαβῶνας δοῦναι καλόν· ναῦται δὲ καὶ ἔμποροι καὶ ὅσοι περὶ ζῷα πραγματεύονται, ἐν τροπικοῖς οἱ ἀγοράζοντες ταχὺ πιπράσκουσιν **ἀλλὰ δι' ἑβδομάδα λύεται τὸ πάθος, ἐὰν δὲ τῇ ὀγδόῃ τῆς κατακλίσεως μετέλθῃ ἀπὸ τῶν τροπικῶν εἰς τὰ στερεὰ θάνατον ἐπάγει· ἐν τροπικοῖς οὐ δεῖ ἐξελθεῖν <ἢ> ἐπιστρατεύεσθαι· ἐκκόπτεται γὰρ ἡ ὁρμή· ἐν τροπικοῖς <εἰ> φύγῃ τις, εἰσελεύσεται, ἕως μένει εἰς αὐτὸ τὸ ζῴδιον ἡ Σελήνη, ταχεῖα ἡ εὕρεσις, εἰ δὲ παρέλθῃ τῶν τροπικῶν, μετ' ἄλλον εὑρίσκεται· ἐάν τις ἐν τροπικοῖς κατηγορήσῃ τινὸς εἰς δίκην, ταχὺ λύεται τὸ ἔγκλημα, εἰ δὲ ἐν τροπικοῖς δικάζειν τότε ἄρξεται, οὐ μένει ὁ αὐτὸς δικασθείς, ἀλλ' ἐπ' ἀλλήλους μετέρχονται ἢ εἰς ἄλλους οἱ δικαζόμενοι· ἐν τροπικοῖς ἀποδημίας ἄρχεσθαι δεῖ, ταχὺ γὰρ ἀναστρέφῃ· ἐν τροπικοῖς γὰρ φιλίαν μηνύειν· ἐν τροπικοῖς ἐάν τις ὑποσχέσῃ, οὐ πληροῦται ἢ ὁ δοὺς τὴν ὑπόσχεσιν λαμβάνει αὐτήν· ἐν τροπικοῖς οἱ λεγόμενοι λόγοι καὶ οἱ φαινόμενοι ὄνειροι ψευδεῖς· ἐν τροπικοῖς οὐδὲ ῥήτωρ ἀγῶνος ἅπτεσθαι ὀφείλει, οὐδὲ ναῦται πλεῖν, οὐδὲ φυγάδες γίνεσθαι, ὅτι ἀτέλεστά εἰσιν· εἰ δὲ ἐν τροπικοῖς ἀπὸ καταδίκης ἐξορίζεται <τις> τῆς πατρίδος, πάλιν ἔρχεται· βέβαιον δὲ πρᾶγμα ἐν τροπικοῖς μὴ κατάρχου. Δίσωμα δὲ δʹ· Δίδυμοι, Παρθένος, Τοξότης, Ἰχθῦς. Τῶν δισώμων ζῴδίων ὡρ(οσκοπούντων) μήποτε ἀγοράζειν· δόλον γὰρ ἔχει ἡ πρᾶσις ἢ νόσος <ἢ> ἑτέρα πρόσκειται, αἱ δὲ γενόμεναι ὁμιλίαι ἄλλα τινὰ κεκρυμμένα ἔχουσιν· ἄλλον γὰρ ἔχουσι καὶ ἄλλον βούλονται· ἐν δισώμοις οἱ γενόμενοι γάμοι εἰς μοιχείαν τρέπονται καὶ πολλαὶ