Ancient Greek · ~7 min
Volume 12
Orphica, Fragmentum astrologicum 12.160
Not analysed yet
μάχαι καὶ ὀδύναι γίνονται εἰς τοὺς τοιούτους γάμους, καὶ τὰς φιλίας τῶν γυναικῶν κωλύουσι τὰ δίσωμα· εἰ δέ τις ἐν δισώμοις εἰς ἔγκλημα πέσῃ, ταχὺ ἐκφεύξεται, ὁμοίως δὲ κἂν δεθῇ τις ἐν δισώμοις, ταχὺ τοὺς δεσμοὺς ἐκφεύξεται, εἰ δέ τις λυθῇ ἀπὸ δεσμῶν ἐν δισώμοις, πάλιν δεθήσεται· εἰ δέ τις φύγῃ ἐν δισώμοις <καὶ> κρατηθῇ, πάλιν φυγὰς γίνεται· ἐν δισώμοις μισθὸν ἐὰν ὑποσχεθῇ τις, οὐ δώσει ὅσον εἶπεν· ἐν δισώμοις αἱ χάριτες καὶ δωρεαὶ καλαί εἰσιν· καὶ φυτεύειν χρὴ ἐν δισώμοις καὶ ὑποτιθέναι ᾠὰ ὄρνεσιν, ἐὰν δὲ παράκλισις γίνηται ἐν δισώμοις, πάλιν πυρετὸν φέρει καὶ ὑποστρέφει νόσημα· ἐὰν ἐν δισώμοις καλόν τι καὶ ἀγαθόν συμβῇ, διπλασιάζεται· καλὸν δὲ καὶ ὁδοῦ κατάρχεσθαι ἐν δισώμοις· προκόπτουσι γάρ, οἳ μισθὸν τριπλάσιον λαμβάνουσι, εἰ δέ τις ἐν δισώμοις ἀποθάνῃ, ἄλλος εἷς ἐκ τοῦ οἴκου ἐκείνου ἀποθανεῖν μέλλει, ἐὰν νοσήσῃ τις ἐν δισώμοις, νοσήσουσι καὶ ἄλλοι ἐν <τῷ> αὐτῷ οἴκῳ· νίκη ἐν δισώμοις καλή, ἧττα δὲ κακὴ διπλασιάζεται· παιδευταῖς καὶ ἰατροῖς μανθάνειν καλὸν <εἰς> τὰ δίσωμα. Στερεὰ δὲ δʹ· Ταῦρος, Λέων, Σκορπίος Ὑδροχόος. —<Τῶν> στερεῶν ζῳδίων ὡρ(οσκοπούντων) αἱ κτήσεις καὶ ἀγορασίαι βέβαιαι· ἐν στερέῳ δεῖ γυναῖκα λαμβάνειν καὶ πράγματα αὐτῆς· ἐν στερεοῖς τέχνας καὶ ἔργον ἀποθέσθαι δεῖ. πληροῦνται γὰρ αἱ βουλαί· ἐν στερεοῖς χωρισμὸς γυναικῶν τις· φυγάδες οὐκ ὑποστρέφουσιν, οὐδὲ ὁ κλέπτης εὐκαίρως εὑρίσκεται, ἀποδημεῖν δὲ βέβαιόν ἐστιν· ἐν στερεοῖς ἐχθρὸς γενόμενος οὐ ταχὺ φιλιοῦται· ἐν στερεοῖς κρίσις βεβαία ἐστὶν καὶ οἱ δίκαιοι οὐκ ἀθετοῦνται· νόσος ἐν στερεοῖς κακή· ἢ γὰρ θάνατον φέρει ἢ μῆκος νόσου, ἐὰν μὴ εἴσω ἑβδομάδος παύσηται· δεσμοὶ ἐν στερεῷ κακοί, ὁ γὰρ ὀργισθεὶς οὐ μεταβάλλεται· ἐάν τις αἰτήσῃ χρήματα παρασχεῖν ἐν στερεοῖς, οὐ δίδωσιν· ἀγαθῶν λόγων καὶ μουσικῆς ἐν στερεοῖς ἄρξασθαι· ἐν στερεοῖς καλὸν συμβόλαια γράφειν· γράμματα γὰρ καλά· ἐν στερεοῖς εἰ τις