Ancient Greek
100.3
Orphica, Hymni 100.3
Unproofread scanNot analysed yet
LIV. ΣΙΛΗΝΟΥ ΣΑΤΥΡΟΥ ΒΑΚΧΩΝ, θυμίαμα μάνναν. Κλῦθί μεν, ὦ πολύσεμνε τροφός, Βάκχου τιθηνέ, Σιληνῶν ὧχ᾽ ἄριστε, τετιμένε πᾶσι θεοῖσι καὶ θητοῖσι βροτοῖσιν ἐπὶ τριετηρίσιν ὕδαις, ἄγνωτελές, γεραρός, Θιάσου νομίου τελετάρχα, εὐαστής, φιλάγρυπνε σὺν ἐνζώμοισι τιθῆραις, Ναΐσι καὶ Βάκχαις ἠγούμενε κισσοφόροισι· δεῦρ᾽ ἐπὶ πάνθειον τελετὴν Σατύροισι ἄμα πᾶσι θηροτύποισι, εὐἄσμα διδοὺς Βάκχου ἄνακτος, σὺν Βάκχαις Λήναια τελεσφόρα σεμνὰ προπέμπων, ζῶμα νυκτιφαγῆ τελεταῖς ἁγίαις ἀναφαίνων, εὐάζων, φιλόθυνσε, γαληνιῶν Θιάσοισιν.