Ancient Greek
92.13 to 93.27
Orphica, Hymni 92.13-93.27
Unproofread scanNot analysed yet
πέμποις δ’ εἰς ὀρέων κορυφὰς νούσους τε καὶ ἄλγη. XXXVII. ΤΙΤΑΝΩΝ, θυμίαμα λίβανον. Τιτῆρες, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα, ἡμετέρων πρόγονοι πατέρων, γαίης ὑπένερθεν οἴκοις Ταρταρίοισι μυχῷ χθονὸς ἐνναίοντες, ἀρχαὶ καὶ πηγὰi πάντων θνητῶν πολυμόχθων, εἰναλίων πτηνῶν τε καὶ οἱ χθόνα ναιετάουσι· ἐξ ὑμῶν γὰρ πᾶσα πέλει γενεὴ κατὰ κόσμον. ὑμᾶς κιχλήσω μῆνιν χαλεπὴν ἀποπέμπειν, εἴ τις ἀπὸ χθονίων προγόνων οἴκοισι πελάσθη. XXXVIII. ΚΟΥΡΗΤΩΝ, θυμίαμα λίβανον. Χαλκόφροτοι Κουρῆτες, Ἀρμία τεῦχε ἔχοντες, οὐράνιοι χθόνιοί τε καὶ εἰνάλιοι, πολυόλβοι, ζωογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγανοὶ, οὔτε Σαμοθρῆκην, ἱερὴν χθόνα, ναιετάοντες κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων· 6 εὔδρομος Hermann] εὐδρομε. —7 χλησίη Abel] χλησία. —λυτηριάς Abel] λυτηρία. —8 ὀρθίη Hermann] ὀρθία. —9 ἀμβροσίη Abel] ἄμβροστέρα. —χθονία, θηροκτόνε codd. ,corr. Hermann. —16 κορυφάς Abel] κεφαλὰς. ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἐθεάθε, ἀθάνατοι Κοῦρητες, Ἀρῆμα τεῦχε ἔχοντες· νομᾶτ᾽ Ὠκεανόν, νομᾶθ᾽ ἅλα δένδρεά θ᾽ αὐτως· ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς, μαρμαίροντες ὅπλοις· πτήσσουσι δὲ θῆρες ἅπαντες ὀρμώτων, θόρυβος δὲ βοή τ᾽ εἰς οὐρανὸν ἴκει, εἰλυμοῖς τε ποδῶν κονίῃ νεφέλας ἀφικάνει ἐρχομένων· τότε δὴ ὅα καὶ ἄνθεα πάντα τέθηλε. δαίμονες ἀθάνατοι, τροφέες τε καὶ αὐτ᾽ ὀλετῆρες, ἡνίκ᾽ ἂν ὀρμαίνῃτε χολούμενοι ἀνθρώποισιν ὀλλύντες βίον τε καὶ κτήματα ἥδε καὶ αὐτοὺς πιμπράντες· στοναχεῖ δὲ μέγας πόντος βαθυδίνης, δένδρεα δ᾽ ὑψικάρην ἐκ ῥιζῶν ἐς χθόνα πίπτει, ἡχὼ δ᾽ οὐρανίῃ κελαδεῖ φοιζήμασι φύλλων. Κουρῆτες Κορύβαντες, ἀνάκτορες εὐδύνατοί τε ἐν Σαμοθρᾴγῃ ἄνακτες, ὁμοῦ Ζηνὸς χόροι αὐτοί, πνοιαὶ ἀέναοι, ψυχοτρόφοι, ἡροειδεῖς, οὔτε καὶ οὐράνιοι δίδυμοι κλήζεσθ᾽ ἐν Ὀλύμπῳ, εὔπνοοι, εὔδιοι, σωτήριοι ἥδε προσήκεις· ὠροτρόφοι, φερέχαρτοι ἐπιπνεῖοιτε ἄνακτες. XXXIX ΚΟΡΥΒΑΝΤΟΣ, θυμίαμα λίβανον. Κυλήσω χθονὸς ἀενάου βασιλῆα μέγιστον, Κύρβαντ᾽ ὀλβιόμοιρον, Ἀρῆιον, ἀπροσόρατον, νυκτερινὸν Κούρητα, φόβων ἀτοπαύστορα δεινῶν, φαντασιῶν ἐπαρωγόν, ἐρημοπλάνον Κορύβαντα, αἰολόμορφον ἄνακτα, θεὸν διφυῆ, πολύμορφον, φοινόν, αἱμαχθέντα κασιγνήτων ὑπὸ δισσῶν, 17 πιμπράντες Wiel] πιμπλάντες. —18 δένδρεα Hermann] δένδρη. —22 ἡροειδεῖς Hermann] ἀεροειδεῖς. XXXIX. 3 Κούρητα Abel] Κούρητα. —4 ἐρημοπλάνον Abel] ἐρη-