Ancient Greek
122.1
Orphica, Lithica 122.1
Unproofread scanNot analysed yet
ΛΙΘΙΚΑ. Τοῦ αὐτοῦ. Ἰστέον δέ, ὡς δύο τινὰ προοίμια τοῦ παρόντος προ-τίθεται ποιήματος· ἐν μὲν τῷ πρώτῳ αὐτὴν τε τὴν ἀρετὴν καὶ σοφίαν ἅπασαν ἐξυμνῶν καὶ τοὺς πάλαι τῶν ἡρώων κατ’ αὐτὴν γενομένους ἐνδόξους καὶ ἰσοθέους νομισθέντας, ὧν καὶ μητέρα τὴν ἀρετὴν προσείρηκεν· ἐν ταύτῳ δὲ καὶ τῶν ἰδιωτῶν καθά-πτεται, ὡς ἐπιφθόνως ἔχοντων πρὸς τοὺς τὴν ἀρετὴν διώκοντας καὶ τούτοις ἀεὶ φιλαπεχθημόνως ἐπικειμένων. ἐν δὲ τῷ δευτέρῳ δὲ ὁ πρὸς αὐτὸν καὶ Θεοδάμαντα γίνεται διάλογος.