Ancient Greek
146.1
Orphica, Lithica 146.1
Unproofread scanNot analysed yet
ΛΙΘΙΚΑ. ἐν προτέρων κέκληται· ἀκήρατα δ’ οὕνεκ’ ἔοιχεφάρμακ’ ἔχειν, νημερτές ἀπόρροιάμ μιν ἀοιδοὶοὐρανίην κλείουσιν ἐς ἀνθρώπους ἀρκεσθαι. οὐ γὰρ ὁ γ’ οὔτε νέην ἐθέλει θνητοῖσιν ὀλβὺνἔρχεσθαι ποτὶ ὄσσε, παλαιοτέραν δ’ ἀπερύκειπινόμενος λευκοῖο μετὰ γλάγεος· κεράσας δὲἰχῶρι σφετέρῳ γλυκερὸν μέλι, τὸν δὲ δαμάσσας* **ἐκ βλεφάρων ἀπὸ πᾶσαν ἄγει νόσον· ἀσχαλάᾳ γὰρεἴργεσθαι θνητοὺς ὁρᾶν ἐρατεινὰ πρόσωπαπρεσβυτάτου μακάρων ἀστροβλεφάρου βασιλῆος. καὶ γλήγῃσι τεῇσιν, ὁμιλήσας κυλίκεσσιν* **ἀνέρος αἰδοίων ἄκος ἔσσεται, ὅς κε πίῃσι. καὶ μιν ἐγὼν Αἴαντι δαΐφροσι πόλλ’ ἐπέτελλον,ἔντεσι δῆριν θεῖναι ἀμίμονος ἄμφ’ Ἀχιλῆοςἔσσυμένῳ, νίκης ἐπαργύονα χειρὶ κομίζειν. καὶ κεν Ὀδυσεὺς ταλασίφρονος ἀντίον αὐτῷκῦδος Ἀθηναίη περ ἐλέπτολις ἐγγυάλιξεν· ἀλλ’ οὐ οἱ μοῖρ’ ἔσκε παραφραμένοιο πιθέσθαι· τοὔνεκα θεσπέσιόν μιν ἀνὴρ ἀθέριξεν ὄνειρος,λάζετο δ’ οἴλοόν ἄορ. ἀτὰρ σύ γε τοῦο μὲν αἶσανἄζεο, πρὸς δὲ μέλαιναν ὀλισθηροῦο γενέθληνἔρπετοῦ αἱματόεντα δαεὶς λίθον, αἰὲν ἐταίρουςπινέμεναι νύμφαις ἐνὶ νηιάδεσσι κέλευε. καὶ μὲν ἐγὼ λαυρηδὸν ἐμὸν θεράποντα Δόλωνααὐτοκασιγνήτῳ μεμαὼς φίλῳ Ἕκτορι θεῖναι,πρόφρων ὤπασα λᾶαν Ὀλύμπιον αἰτήσαντι· αὐτὰρ ὁ γ’ ἐξαπίνης Τρώων προπάρειδεν ἀπάντων