Ancient Greek
510.2
Orphica, Testimonia 510.2
Unproofread scanNot analysed yet
12. DAMASC. d. princ. 124 [I 319, 8 Ruelle] ἡ δὲ παρὰ τῷ Περιπατητικῷ Εὐδήμῳ [fr. 117] ἀναγεγραμμένη ὡς τοῦ Ὀρφέως οὖσα Θεολογία πᾶν τὸ νοητὸν ἐσιώπησεν . . . ἀπὸ δὲ τῆς Νυκτὸς ἐποίησατο τὴν ἀρχήν, ἀφ’ ἧς καὶ ὁ Ὅμηρος, εἰ καὶ μὴ συνεχῆ πεποίηται τὴν γενεαλογίαν, ἵστησιν· οὗ γὰρ ἀποδεκτὸν Εὐδήμῳ λέγοντος ὅτι ἀπὸ Ὠκεανοῦ καὶ Τηθῦνος ἀρχεται [wegen Σ 302 Ὠκεανὸν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν]· φαίνεται γὰρ εἰδὼς καὶ τὴν Νύκτα μεγίστην οὕτω θεόν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν· ἄξετο γὰρ μὴ Νυκτὶ δοθῆ ἀποδύμα ῥέζοι [Σ 261]. ἀλλ’ Ὅμηρος μὲν καὶ αὐτὸς ἀρχέσθω ἀπὸ Νυκτός. Ἡσιόδος δὲ μοι δοκεῖ πρῶτον γενέσθαι τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἠνωμένην παντελῶς φύσιν κεκλημέναι Χάος, τὴν δὲ Γῆν πρώτην ἐκεῖθεν παράγειν ὡς τινὰ ἀρχὴν τῆς ὅλης γενεὰς τῶν θεῶν. εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυνεί ἀρχῶν Γῆν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ τριπλοῦν νοητόν, τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρουμένην. τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ ὁ Ὀρφεὺς ἐν ταῖς Ῥαψωδίαις . . . [123 p. 316, 18 R. beschreibt diese bei den Neuplatonikern übliche Theog. (ἡ συνήθης Ὀρφικὴ θεολογία p. 317, 14 =αἱ φερόμεναι ῥαψωδίαι Ὀρφικαὶ p. 316, 18): Χρόνος, Αἰθήρ ∼Χάος, ωιόν, Φάνης =Ἥριεπαιος =Μῆτις ∼Νύξ, Οὐρανός ∼Γαῖα, Ζεύς ∼Περσεφόνη, Διόνυσος Ζαγρεύς].