Ancient Greek
511.1
Orphica, Testimonia 511.1
Unproofread scanNot analysed yet
πέπρακται εἴπεν καὶ πεπίστευται παρ’ αὐτοῖς ἀληθέστερον θεολογεῖν, ὧι καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται, καὶ αὐτοῦ τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος Ὠκεανοῦ, ὅπερ γένεσις πάντεσσι τέτυκται’ [Σ 201]. ἦν γὰρ ὕδωρ ἀρχὴ κατ’ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἐκατέρων ἐγεννήθη ζῴων δράκων προσοπεφυκίαν ἔχων κεφαλὴν λέοντος (καὶ ἄλλην ταύρου), διὰ μέσον δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ἥρακλῆς καὶ Χρόνος. οὗτος δ’ Ἥρακλῆς ἐγέννησεν ὑπερυγέθεες ὠιόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐφράγη. τὸ μὲν οὖν κατὰ χορφὴν αὐτοῦ Οὐρανοῦ εἶναι ἐτελέσθη, τὸ δὲ κάτω ἐνεχθὲν Γῆ· προῆλθε δὲ καὶ θεός τις ἀσώματος. Οὐρανοῦ δὲ Γῆι μηθεὶς γενναὶ θηλείας μὲν Κλωθῶ Λάχεσιν Ἄτροπον, ἄνδρας δὲ Ἐκατόγχειρας Κόττον Γύγην Βριάρεων καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην καὶ Ἄργην· οὓς καὶ δῆσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς μαθών. διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησεν·