Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1203.tlg002.local001
Paeanes (CA), Paean Erythraeus ad urbem Dium repertus 001
Not analysed yet
Παιᾶνα κλυτόμητιν ἀείσατε κοῦ[ροι
Λητοΐδην Ἕκατον, ἰὲ ὢ ἰὲ Παιάν,
ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο
μειχθεὶς ἐν φιλότητι Κορωνίδι τῇ Φλεγύαο
Ἰὴ Παιᾶνα Ἀσκληπιὸν δαίμονα κλεινότατον, ἰὲ Παιάν.
Τοῦ δὲ καὶ ἐξεγένοντο Μαχάων καὶ Ποδαλείριος
ἠδ' Ἰασὼ Ἀκεσώ τε πολύλλιτος, ὢ ἰὲ Παιάν,
Αἴγλη τε εὐῶπις Πανάκειά τε Ἠπιόνης παῖδες
σὺν ἀγακλύτῳ εὐαγεῖ Ὑγείᾳ,
Ἰὴ Παιὰν Ἀσκληπιέ, δαῖμον κλεινότατε, ἰὲ Παιάν.
Χαῖρέ μοι, εἵλαος δ' ἐπινείσεο Δείων πόλιν
εὐρύχορον, ἰὲ ὢ ἰὲ ὢ ἰὲ Παιάν,
δὸς δ' ἡμᾶς χαίροντας ὁρᾶν φάος ἠελίου
δοκίμους σὺν ἀγακλυτῷ εὐαγεῖ Ὑγείᾳ.
ἰὴ Παιὰν Ἀσκληπιέ, δαῖμον σεμνότατε,
ἰὲ Παιάν.