Ancient Greek
117.2 to 118.1
Panyassis Epic., Fragmenta Epica 117.2-118.1
Unproofread scanNot analysed yet
Schol. ad Eur. Or. 872: Ἡ πολλὴ δόξα κατέχει μὴ ἀρῖχθαι τὸν Αἴγυπτον εἰς "Αργος, καθάπερ ἄλλοι τε φασι καὶ Ἑκαταῖος γράφων οὕτως „Ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς "Αργος, παῖδας δὲ, ὡς μὲν Ἡσίοδος, ἐποίησε πεντήκοντα, ὡς δὲ ἐγὼ λέγω, οὐδὲ εἰσὶα. Strab. VIII p. 370: Καὶ Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν Θετταλίᾳ καλεῖσθαι φησὶν Ἕλληνας „Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες“, Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλληνας λεγομένους τοὺς σύμπαντας καὶ Πανέλληνας, τὸν μὲν περὶ τῶν Προιτίδων λέγοντα ὡς Πανέλληνες ἐμνήστευον αὐτάς, τὸν δὲ κτλ.