Ancient Greek
152.3 to 153.5
Panyassis Epic., Fragmenta Epica 152.3-153.5
Unproofread scanNot analysed yet
Ὦ τέκος, ἢ μάλα δή σε πονηρότατον καὶ ἄριστον Ζεὺς τέκνωσε πατήρ. Τέκνον ἐμόν, Μοῖραι σε πονηρότατον καὶ ἄριστον . . . . Aspasius ad Aristot. Eth. Nic. III p. 43 1): καὶ ὅτι πόνηρος ἐπὶ τοῦ ἐπιπόνου τάπτεται καὶ δυστυχοῦς, ἱκανὸς Ἡσίοδος παρασῆσαι ἐν ταῖς μεγάλας Ἡοίαις τὴν Ἀλκμήνην ποιῶν πρὸς τὸν Ἥρακλέα λέγουσαν „ὦ —πατήρ“. καὶ πάλιν „τέκνον —ἄριστον“. Paus. IV, 2, 1: Πυθέσθαι δὲ σπουδὴ πάνυ ἐδελήσας οἱ τινες παῖδες Πολυκάονι ἐγένοντο ἐκ Μεσσήνης, ἐπελεξάμην τὰς τε Ἡοίας καλουμένας καὶ τὰ ἐπὶ τὰ Ναυπάκτια, πρὸς δὲ αὐτοῖς ὅπόσα Κιναίδων καὶ Ἄσιος ἐγενεαλόγησαν. οὐ μὴν ἐς γε ταῦτα ἥν σφίσιν οὐδὲν πεποιημένον, ἀλλὰ Ἕλλου μὲν τοῦ Ἡρακλέους θυγατρὶ Εὐναίχῃ συνοικῆσαι Πολυκάονα υἱὸν Βούτον λέγουσας τὰς μεγάλας οἶδα Ἡοίας, τὰ δὲ ἐς τὸν Μεσσήνης ἄνδρα καὶ τὰ ἐς αὐτὴν Μεσσήνην παρέῃται σφισι. Paus. II, 26, 3 (2): Ἐπίδαυρος δὲ ἀφ’ οὐ τὸ ὄνομα τῇ γῇ ἐτέθη, ὡς μὲν φασιν Ἥλειοι, Πέλοπος ἦν· κατὰ δὲ Ἀργείων δόξαν καὶ τὰ ἔπη τὰς μεγάλας Ἡοίας ἦν Ἐπιδάυρῳ πατὴρ Ἄργος ὁ Διός. Pausan. II, 16, 4 (3): Ταύτην (Μυκήνην) εἶναι θυγατέρα Ἰνάχου γυναῖκα δὲ Ἀρέστορος τὰ ἔπη λέγει ὡς δὴ Ἕλληνες καλοῦσιν Ἡοίας μεγάλας· ἀπὸ ταύτης οὖν γεγονέναι καὶ τὸ ὄνομα τῇ πόλει φασίν. Pausan. II, 2, 3: Κορινθίοις δὲ τοῖς ἐπινείοις τὰ ὀνόματα Λέχης καὶ Κερχρίας ἔδοσαν, Ποσειδῶνος εἶναι καὶ Πειρήνης τῆς Ἀχελώου λεγόμενοι· πεποίηται δὲ ἐν Ἡοίαις μεγάλαις Οἰβάλου θυγατέρα εἶναι Πειρήνην. Paus. VI, 21, 10 sq. (7): Ἀπέθανον δὲ ὑπὸ τοῦ Οἰνομάου κατὰ τὰ ἔπη τὰς μεγάλας Ἡοίας Ἀλκάθωνς ὁ Πορθάονος, δεύτερος οὖτος ἐπὶ τῷ Μάρμαχι, μετὰ δὲ Ἀλκάθουν Εὐρύαλος καὶ Εὐρύμαχος τε καὶ Κρόταλος. τούτων μὲν οὖν γονέας τε καὶ πατρίδας οὐχ οἶά τε ἦν