Ancient Greek
157.2
Panyassis Epic., Fragmenta Epica 157.2
Unproofread scanNot analysed yet
Antonin. Liber. c. 23: Ἱστορεῖ Νίκανδρος Ἐτερουμένων α' καὶ Ἡσίοδος ἐν μεγάλας Ἡοίαις κτλ. Ἄργου τοῦ Φοίξου καὶ Περιμήλης τῆς Ἀδήμου θυγατρὸς ἐγένετο Μάρνης. οὗτος ὤκησεν ἐγγὺς Θεσσαλίας, καὶ τὴν γῆν ταύτην ἀπὸ αὐτοῦ Μαρνησίαν προσηγόρευσαν οἱ ἄνθρωποι. ἐγένετο δ' αὐτῷ παῖς περιβλέπτος τὴν ὄψιν Ἠμέαιος. ἐπεὶ δὲ Ἀπόλλωνα ἰδόντα ἔφως ἔλαβε τοῦ παιδὸς καὶ οὐκ ἐξελίμπανε τὰ οἰκία τοῦ Μάρνητος, Ἐρμῆς ἐπιβουλεύει τῇ ἀγέλῃ τῶν βοῶν τοῦ Ἀπόλλωνος. αἱ δὲ ἐνέμοντο ἵνα περ ἦσαν αἱ Ἀδήμου βόες· καὶ πρῶτα μὲν ἐμβάλλει ταῖς κυσίν, αἱ ἐφύλαττον αὐτάς, Λήδαργον καὶ Κυνάγχην. αἱ δὲ ἐξελάθοντο τῶν βοῶν καὶ τὴν φυλακὴν ἀπώλεσαν· εἶτα δ' ἀπελαύνει πόρτιας δώδεκα καὶ ἑκατὸν βοῦς ἄκυνας καὶ ταῦρον, ὃς ταῖς βουσὶν ἐπέβαινεν. ἐξῆπτε δὲ ἐκ τῆς οὐρᾶς πρὸς ἕκαστον ὕλην, ὡς ἂν τὰ ἰχνὴ τῶν βοῶν ἀφανίσῃ· καὶ ἤγεν αὐτὰς ἐλαύνων διὰ τε Πελασγῶν καὶ δι' Ἀχαΐας τῆς Φθιώτιδος καὶ διὰ Λοκρίδος καὶ Βοιωτίας καὶ Μεγαρίδος καὶ ἐντεύθεν εἰς Πελοπόννησον διὰ Κορίνθου καὶ Λαρίσσης ἄχρι Τεγέας. καὶ ἐντεύθεν παρὰ τὸ Λύκαιον ὄρος ἐπορεύετο καὶ παρὰ τὸ Μαυνάλιον καὶ τὰς λεγομένας Βάττου σκοπίας. ὧκει δὲ ὁ Βάττος οὗτος ἐπ' ἄκρω