Ancient Greek
229.2
Panyassis Epic., Fragmenta Epica 229.2
Unproofread scanNot analysed yet
εἰς, οὐχ ὥσπερ τινὲς οἴονται, ἐὰν περὶ· ἕνα ἢ· πολλὰ γὰρ καὶ ἀπειρα τῷ γένει συμβαίνει, ἐξ ὧν ἐνίων οὐδὲν ἐστιν ἕν· οὕτω δὲ καὶ πράξεις ἑνὸς πολλαί εἰσιν, ἐξ ὧν μία οὐδεμία γίνεται πρᾶξις. διὸ πάντες ἐοίκασι ν ἁμαρτάνειν, ὅσοι τῶν ποιητῶν Ἡρακλῆϊδα καὶ Θησῆϊδα καὶ τὰ τοιαῦτα ποιήματα πεποιηκασιν· οἴονται γὰρ ἐπεὶ εἰς ἦν ὁ Ἡρακλῆς, ἕνα καὶ τὸν μῦθον εἶναι προσῆκειν. Plut. Thes. 28: Ἦν γὰρ ὁ τῆς Θησῆϊδος ποιητῆς Ἀμαζόνων ἐπανάστασιν γέγραφε, Θησεὶ γαμοῦντι Φαίδραν τῆς Ἀντιόπης ἐπιτιθεμένης καὶ τῶν μετ’ αὐτῆς Ἀμαζόνων ἀμυνομένων καὶ κτείνοντος αὐτὰς Ἡρακλέους, περιφανῶς ἐοικε μύθῳ καὶ πλάσματι. Schol. ad Pind. Ol. III, 52 χρυσόκερων ἔλαφον] θήλειαν δὲ εἶπε καὶ χρυσόκερων ἀπὸ ἱστορίας¹). ὁ γὰρ Θησῆϊδα γράψας τοιαύτην αὐτὴν λέγει καὶ Πείσανδρος ὁ Καμειρεὺς καὶ Φερεκύδης.