Ancient Greek
243.2 to 245.4
Panyassis Epic., Fragmenta Epica 243.2-245.4
Unproofread scanNot analysed yet
Paus. I, 14, 4 (3): Ἐπιμενίδης Κνᾶσίος, ὃν ἐλ-θόντα ἐς ἄγρόν κοιμᾶσθαι λέγουσι ἐσελθόντα ἐς σπήλαιον· ὁ δὲ ὕπνος οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἢ οἱ τεσσαρακοστὸν ἔτος γενέσθαι καθεύδοντι, καὶ ὕστερον ἐπὶ τε ἐποίησε καὶ πόλεις ἐκάθαρσεν ἄλλας τε καὶ τὴν Ἀθηναίων. 1 Ἀργοναυτικά. Diog. Laert. I, 10, 5 §111. Ἀργοῦς ναυηγίαν τε καὶ Ἴασονος εἰς Κόλχους ἀπόπλον, ἔπη ἑξακισχίλια πεντακόσια. —Heinrich p. 132. 4 Περὶ Μίνω καὶ Ῥαδαμάνθυος (εἰς ἔπη τετρακισχίλια). Diog. l. l. Diog. I, 10, 13 §115: Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὁ τε γενεαλόγος καὶ τρίτος ὁ Ἀωριστὶ γεγραφὼς περὶ Ῥόδου. Athen. VII p. 282 E: Τί δ’ ἐστὶν ὁ καλούμενος ἱερὸς ἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθεὶς, εἴτ’ Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ’ ἄλλος τις, ἱεροὺς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. Aristot. Rhet. III, 17 p. 1418a 21: Τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον· ἐκεῖ δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρὴς· ἐκεῖνος γὰρ περὶ τῶν ἐσομένων οὐχ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μὲν ἀδήλων δέ.