Ancient Greek
264.7
Panyassis Epic., Fragmenta Epica 264.7
Unproofread scanNot analysed yet
ἀε. Suid. v. [Π, 2 p. 56 Bernh.] :Πανύασις, Πολυάρχου²), Ἀλικαρνασσεύς³), [τερατοσκόπος καὶ] ποιητὴς ἐπῶν· ὅς σβεσθεῖσαν τὴν ποιητικὴν ἐπανήγαγε. Λοῦρις δὲ Λιοκλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον· ὁμοίως δὲ καὶ Ἡρόδοτος Θούριον. ἱστόρηται δὲ Πανύασις Ἡροδότου τοῦ ἱστορικοῦ ἐξάδελφος. γέγονε γὰρ Πανύασις Πολυάρχου· ὁ δὲ Ἡρόδοτος Λύξου, τοῦ Πολυάρχου ἀδελφοῦ. τινὲς δὲ οὐ Λύξην, ἀλλὰ Ῥοιώ, τὴν μητέρα Ἡροδότου, Πανυάσιδος ἀδελφὴν ἱστόρησαν. ὁ δὲ Πανύασις γέγονε κατὰ τὴν οἱ' Ὀλυμπιάδα· κατὰ δὲ τινὰς πολλῷ πρεσβύτερος· καὶ γὰρ ἦν ἐπὶ τῶν Περσικῶν. ἀνηρέθη δὲ ὑπὸ Λυγδάμιδος τοῦ τρίτου τυραννήσαντος Ἀλικαρνασσοῦ. ἐν δὲ ποιηταῖς τάττεται μεθ' Ὀμήρου· κατὰ δὲ τινὰς καὶ μεθ' Ἡσίοδου καὶ Ἀντίμαχον. ἔγραψε δὲ καὶ Ἡρακλειάδα⁴) ἐν βιβλίοις ιδ', εἰς ἐπη ,θ'.