Ancient Greek
49.2
Panyassis Epic., Fragmenta Epica 49.2
Unproofread scanNot analysed yet
Aristot. Post. 23 p. 1459ᵃ 30: καὶ ταύτῃ θεσπέσιος ἂν φαίνηται Ὅμηρος παρὰ τοὺς ἄλλους, τῷ μηδὲ τὸν πόλεμον, καίπερ ἔχοντα ἀρχὴν καὶ τέλος, ἐπιχειρήσαι ποιεῖν ὅλον· λίαν γὰρ ἂν μέγας καὶ οὐχ εὐσύνοπτος ἐμελλεν ἔσεσθαι· ἢ τῷ μεγέθει μετριάζοντα καταπεπλεγμένον τῇ ποικιλίᾳ. νῦν δ’ ἐν μέρει ἀπολαβὼν ἐπεισοδίοις χέχρηται αὐτῶν πολλοῖς, οἷον νεῶν καταλόγῳ καὶ ἄλλοις ἐπεισοδίοις, οἷς διαλαμβάνει τὴν ποίησιν. οἱ δ’ ἄλλοι περὶ ἕνα ποιοῦσι καὶ περὶ ἕνα χρόνον, καὶ μίαν πρᾶξιν πολυμερῆ, οἷον ὁ τὰ Κύπρια ποιήσας καὶ τὴν μικρὰν Ἰλιάδα. τοιγαροῦν ἐκ μὲν