Ancient Greek
53.3
Panyassis Epic., Fragmenta Epica 53.3
Unproofread scanNot analysed yet
Schol. ad Pind. Nem. VI, 85: Οὐκ ἐκ παραδρομῆς δὲ ξάκοτον εἶπε τὸ δόρυ τοῦ Ἀχιλλέως, ὥσανει μέλινον ἢ τι τοιοῦτον αὐτὸ ἔφη ἐν κοινότητι, ἀλλ’ ὅτι ἰδιώτερον παρὰ τὰ ἄλλα κατεσκεύαστο. δίχρουν γάρ, ὥστε δύο ἄκμὰς ἔχειν, καὶ μιᾷ βολῇ ὥστε δισσὰ τὰ τραύματα ἀπεργάζεσθαι. καὶ Αἰσχύλος ἐν Νηρείσι· κάμακος εἰσὶν κάμακος γλῶσσημα διπλάσιον. καὶ Σοφοκλῆς ἐν Ἀχιλλέως ἐρασταῖς· ἢ δορὸς διχόστομον πλάκτρον· δίπτυχοι γὰρ ὀδύναι μιν ἥρικον Ἀχιλλήϊον δόρατος. μετάγουσι δὲ τὴν ἱστορίαν ἀπὸ τῆς Λέσχου μικρᾶς Ἰλιάδος λέγοντος οὕτως „ἄμφι —δίχροος δίη“. Schol. Vict. ad Hom. Il. II, 142 πάλλειν —Πηλιάδα μελίην] Οἱ δὲ πλάττονται λέγοντες ὅτι Πηλεύς μὲν παρὰ Χείρωνος ἔμαθε τὴν χρῆσιν αὐτῆς, Ἀχιλλεὺς δὲ παρὰ Πηλέως. ὁ δὲ οὐδένα ἐδίδαξε. καὶ ὁ τῆς μικρᾶς Ἰλιάδος ποιητῆς „ἄμφι —δίχροος αἰχμή“. Cf. Schol. Townl. ap. Cramer. Anecd. Par. III p. 286.