Ancient Greek
Fragment 16
Panyassis Epic., Fragmenta epica 16
Not analysed yet
ξεῖν' ἄγε δὴ καὶ πῖν', ἀρετή νύ τις ἔστι καὶ αὐτή,
ὅς κ' ἀνδρῶν πολὺ πλεῖστον ἐν εἰλαπίνηι μέθυ πίνηι
εὖ καὶ ἐπισταμένως, ἅμα τ' ἄλλον φῶτα κελεύηι.
ἶσον δ' ὅς τ' ἐν δαιτὶ καὶ ἐν πολέμωι θοὸς ἀνὴρ
ὑσμίνας διέπων ταλαπενθέας, ἔνθα δὲ παῦροι
θαρσαλέοι τελέθουσι μένουσί τε θοῦρον Ἄρηα.
τοῦ κεν ἐγὼ θείμην ἶσον κλέος, ὅς τ' ἐνὶ δαιτὶ
τέρπηται παρεὼν ἅμα τ' ἄλλον λαὸν ἀνώγηι.
οὐ γάρ μοι ζώειν γε δοκεῖ βροτὸς οὐδὲ βιῶναι
ἀνθρώποιο βίον ταλασίφρονος, ὅστις ἀπ' οἴνου
θυμὸν ἐρητύσας μείνηι πότον, ἀλλ' ἐνεόφρων.
οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ
ἐσθλόν, ἀλεξίκακον, πάσης συνοπηδὸν ἀοιδῆς.
ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης τε,
ἐν δὲ χοροιτυπίης, ἐν δ' ἱμερτῆς φιλότητος,
ἐν δέ τε μενθήρης καὶ δυσφροσύνης ἀλεωρή.
τῶι σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῶι
πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε γῦπα
ἧσθαι πλημύροντα, λελησμένον εὐφροσυνάων.