Ancient Greek
Fragment 19
Panyassis Epic., Fragmenta epica 19
Not analysed yet
ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον
ἀγλαός· ὧι πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
πάντες δ' ὀρχηθμοί, πᾶσαι δ' ἐραταὶ φιλότητες.
πάσας δ' ἐκ κραδίης ἀνίας ἀνδρῶν ἀλαπάζει
πινόμενος κατὰ μέτρον, ὑπὲρ μέτρον δὲ χερείων.