Ancient Greek
Fragment 3
Panyassis Epic., Fragmenta epica 3
Not analysed yet
τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς ἀμφιγυήεις,
τλῆ δὲ Ποσειδάων, τλῆ δ' ἀργυρότοξος Ἀπόλλων
ἀνδρὶ παρὰ θνητῶι θητευσέμεν εἰς ἐνιαυτόν,
τλῆ δὲ <καὶ> ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκης.