Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗΣ Ε.
Pappus Alexandrinus, Synagoge 103.1
Not analysed yet
103 Ἐκκείσθω δὲ καὶ τὸ ληφθὲν θεώρημα εἰς τὴν σύγκρισιν τοῦ εἰκοσαέδρου καὶ ὀκταέδρου ,διʼ οὗ ἐδείχθη δώδεκα τὰ ἀπὸ ΟΝ μείζονα πέντε τῶν ἀπὸ Β∠. ἔστω δὲ καὶ τὸ Α,Β,Γ τρίγωνον εἰκοσαέδρου, καὶ κάθετος ἀπὸ τοῦ ∠ἡ ∠,Ε, ὡς ἐν τῷ προκειμένῳ θεωρήματι· ὅμοιον ἄρα τὸ ΥΦΩ τῷ τε ∠,Α,Ε τριγώνῳ καὶ τῷ ΟΝΛ ἐπεὶ οὖν διὰ τοῦ ιϚ΄ λημματίου ἐδείχθη ὅτι, ἐὰν ᾗ τρίγωνον ἰσοσκελές ὡς τὸ 𝒢ΩΤ ἔχον τὴν πρὸς τῷ Ω γωνίαν τεσσάρων πέμπτων ὀρθῆς καὶ ἰσόπλευρον ἴσον αὐτῷ ὡς τὸ Μ Μ Μ, τὸ ἀπὸ Μ Μ πρὸς τὸ ἀπὸ 𝒢Ω ἐλάσσονα λόγον ἔχει ἤπερ εὐθείας ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ ἀπὸ τῆς ὅλης πρὸς τὸ πεντάκις ἀπὸ τῆς ἐλάσσονος, καὶ ἡ ΕΓ εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Ξ, τὸ ἄρα ἀπὸ τῆς ΕΓ πρὸς τὸ πεντάκις ἀπὸ ΞΓ μείζονα λόγον ἔχει ἤπερ τὸ ἀπὸ Μ Μ πρὸς τὸ ἀπὸ 𝒢Ω2, τουτέστιν τὸ πεντεκαιδεκάκις ἀπὸ Μ Μ πρὸς τὸ πεντεκαιδεκάκις ἀπὸ 𝒢Ω. καὶ ἐπεὶ ἔχομεν η΄ τρίγωνα τὰ ΣΡΠ ἴσα ιβ΄ πενταγώνοις τοῖς Φ𝒢Τ, τουτέστιν ξ΄ τριγώνοις τοῖς 𝒢ΩΤ, ὥστε καὶ δύο τρίγωνα τὰ ΣΡΠ ἔσα ἐστὶν ιε΄ τριγώνοις τοῖς 𝒢ΩΤ, τουτέστιν ιε΄ τοῖς Μ Μ Μ, ὥστε καὶ τὸ δὶς ἀπὸ ΣΠ ἴσον ἐστὶν τῷ πεντεκαιδεκάκις ἀνὸ Μ Μ τὸ ἔρα ἀπὸ τῆς ΕΓ πρὸς τὸ πεντάκις ἀπὸ τῆς ΚΓ μείζονα λόγον ἔχει ἥπερ δύο τὰ ἀπὸ ΣΠ πρὸς τὸ πεντεκαιδεκάκις ἀπὸ ΩΦ ἴση γάρ ἐστιν ἡ Ω𝒢 τῇ ΩΦ). δύο δὲ τὰ ἀπὸ ΣΠ ιβ΄ ἐστιν τὰ ἀπὸ ΚΨ, ὡς ἐδείχθη ἐν τῇ συγκρίσει τοῦ κύβου καὶ ὀκταέδρου· τὸ ἄρα ἀπὸ τῆς ΕΓ πρὸς τὸ πεντάκις ἀπὸ ΞΓ μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΚΨ κρὸς ιε΄ τὰ ἀπὸ ΩΦ. καὶ ἔστιν ἴση ἡ ΞΚ τῇ ΚΓ· τὸ ἄρα ἀπὸ τῆς ΕΓ πρὸς τὸ εἰκοσάκις ἀπὸ τῆς ΚΓ μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΚΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΦ· ὥστε καὶ λϚ΄ τὰ ἀπὸ ΕΓ, τουτέστιν λϚ΄ τὰ ἀπὸ ΓΛ, πρὸς ψκ΄ τὰ ἀπὸ ΓΚ μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΚΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΦ. ἀλλʼ ὡς κὲν ἡ ΓΛ πρὸς ΓΚ, ἡ ΑΜ πρὸς ΙΜ, ὡς δὲ ἡ ΛΜ πρὸς ΜΙ, ἡ 0Ν πρὸς ΝΙ ὥστε καὶ λϚ΄ τὰ ἀπὸ ΟΝ πρὸς ψκ΄ τὰ ἀπὸ ΝΙ, τουτέστιν π΄ τὰ ἀπὸ ΙΛ (τριπλασία γὰρ ἐν τῷ ζ΄ λήμματι ἐδείχθη ἡ ΙΛ τῆς ΙΝ), τουτέστιν κ΄ τὰ ἀπὸ Κ∠, τουτέστιν ιε΄ τὰ ἀπὸ Β∠ (ἐπίτριτος γὰρ ἡ Β∠ τῆς ΚΛ δυνάμει), μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΚΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΦ ὥστε καὶ οβ΄ τὰ ἀπὸ ΟΝ πρὸς ε’ τὰ ἀπὸ ΒΑ μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΧΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΘ. πέντε δὲ τὰ ἀπὸ Β∠ ιε΄ ἐστιν τὰ ἀπὸ ΝΛ, ὡς ἔστιν ἐν τῷ ιγ΄ τῶν στοιχείων (τὸ γὰρ κέντρον τοῦ περὶ τὸ Β∠Λ τρίγωνον κύκλου τὸ Ν σημεῖόν ἐστιν)· καὶ ιβ΄ ἄρα τὰ ἀπὸ ON πρὸς ιε΄ τὰ ἀπὸ ΛΝ, τουτέστιν ιβ΄ τὰ ἀπὸ ∠κ Ε πρὸς ιε΄ τὰ ἀπὸ ΕΑ, μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΧΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΘ. καὶ ἔστιν ὅμοιον τὸ ∠Α,Ε τρίγωνον τῷ ΥΦΩ τριγώνῳ καὶ ιβ΄ ἄρα τὰ ἀπὸ ΥΩ πρὸς ιε΄ τὰ ἀπὸ ΩΦ μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΧΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΦ· μείζων ἄρα ἡ ΓΩ κάθετος τῆς ΧΨ καθέτου. καὶ ὑπόκεινται αἱ ἐπιφάνειαι ἴσαι τῶν στερεῶν σχημάτων μεῖζον ἄρα τὸ δωδεκάεδρον τοῦ ὀκταέδρου.