Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗΣ Ε.
Pappus Alexandrinus, Synagoge 102-2
Not analysed yet
102 ξδ΄. Τὸ δωδεκάεδρον τοῦ ὀκταέδρου μεῖζόν ἐστιν. Ἔστω δωδεκαέδρου μὲν πεντάγωνον τὸ Φ̣?Τ καὶ κάθετος ἡ ΥΩ ἀπὸ τοῦ κέντρου τῆς σφαίρας τῆς περιλαμβανούσης τὸ δωδεκάεδρον ἐπὶ τὸ Φ̣?Τ πεντάγωνον ἠγμένη, καὶ ἐπεζεύχθωσαν αἱ ΩΦ Ω𝒢 ΩΤ ΥΦ, ὀκταέδρου δὲ τρίγωνον τὸ ΣΡΠ ἔστω, καὶ ὁμοίως ἡ ΧΨ κάθετος, ἣν δεῖ ἐλάσσονα δεῖξαι τῆς ΥΩ καθέτου.