Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
Pappus Alexandrinus, Synagoge 19
Not analysed yet
19 Ἐπεὶ δὲ καὶ πυθμένες ὁμοῦ τῶν μετρουμένων ἀριθμῶν ὑπὸ ἑκατοντάδος καὶ τῶν μετρουμένων ὑπὸ δεκάδος εἰσὶν οἱ ὑποκείμενοι κζ΄ α΄ γ΄ β΄ γ΄ α΄ γ΄ β΄ Ϛ΄ δ΄ α΄ δ΄ α΄ ζ΄ β΄ γ΄ α΄ β΄ ζ΄ Ϛ΄ ζ΄ ζ΄ ε΄ ε΄ ε΄ β΄ ζ΄ α΄, ἀλλὰ καὶ τῶν ἐλασσόνων δεκάδος εἰσίν ια΄, τουτέστιν ἀριθμοὶ οἱ α΄ ε΄ δ΄ ε΄ ε΄ α΄ ε΄ ε΄ ε΄ α΄ α΄, ἐὰν τὸν ἐκ τούτων τῶν ια΄ καὶ τὸν ἐκ τῶν κζ΄ πυθμένων στερεὸν διʼ ἀλλήλων πολλαπλασιάσωμεν, ἔσται ὁ στερεὸς μυριάδων τετραπλῶν ιθ΄ καὶ τριπλῶν ϚλϚ΄ καὶ διπλῶν ηυπ΄.