Ancient Greek
21 to 22
Pappus Alexandrinus, Synagoge 21-22
Not analysed yet
21 Αὗται δὴ συμπολλαπλασιαζόμεναι ἐπὶ τὸν ἐκ τῶν ἑκατοντάδων καὶ δεκάδων στερεόν, τουτέστι τὰς προκειμένας μυριάδας ἐνναπλᾶς δέκα, ποιοῦσιν μυριάδας τρισκαιδεκαπλᾶς ρҀϚ΄, δωδεκαπλᾶς τξη΄, ἑνδεκαπλᾶς δω΄. ταῦτα γὰρ πάντα προδέδεικται. 22 Φατέον οὖν τὸν ἐξ ἀρχῆς στίχον Ἀρτέμιδος κλεῖτε κράτος ἔξοχον ἐννέα κοῦραι πολλαπλασιασθέντα διʼ ἀλλήλων δύνασθαι μυριάδων πλῆθος τρισκαιδεκαπλῶν ρҀϚ΄, δωδεκαπλῶν τξη΄, ἑνδεκαπλῶν δω΄, συμφόνως τοῖς ὑπὸ Ἀπολλωνίου κατὰ τὴν μέθοδον ἐν ἀρχῇ τοῦ βιβλίου προγεγραμμένοις.