Ancient Greek
25 to 27
Pappus Alexandrinus, Synagoge 25-27
Not analysed yet
25 Τῶν δὴ ἀναλόγων κβ΄ καὶ μετρουμένων ὑπὸ τετράδος ὅσαι μονάδες γεγόνασιν ,τοσαυτάκις αὐξήσομεν τὸν ἐκβάντα διά τε τῶν μονάδων καὶ πυθμένων ἀριθμόν (λέγω δὲ τοσαυτάκις κατὰ μυριάδων αὔξησιν), ὥστε γίνεσθαι τὸν πρότερον ὑπάρχοντα μυριάδων τετραπλῶν δύο, τριπλῶν αωμθ΄, διπλῶν δυβ΄ καὶ ἁπλῶν εχ΄, νῦν ἐνναπλῶν β΄, ὀκταπλῶν, αωμθ΄, ἑπταπλῶν δυβ΄, ἑξαπλῶν εχ΄. 26 Ὅτι δὲ περιλέλειπται τῶν ἀναλόγων δύο, ἅπερ ἐστὶ τῆς ἑκατοντάδος, τοσαυτάκις αὐξήσομεν τὸν εἰρημένον ἀριθμόν, ὥστε εἶναι μυριάδων ἐνναπλῶν σιη΄, ὀκταπλῶν δϠμδ΄, ἑπταπλῶν σνϚ΄. 27 Ῥητέον οὖν τὸν ἐξ ἀρχῆς στίχον Μῆνιν ἄειδε θεὰ Δημήτερος ἀγλαοκάρπου πολλαπλασιασθέντα δύνασθαι μυριάδων πλῆθος ἐνναπλῶν σιη΄, ὀκταπλῶν δϠμδ΄, ἑπταπλῶν σνϚ΄.