Ancient Greek
Book 3
Pappus Alexandrinus, Synagoge 3.31
Not analysed yet
31 Ἔστω κύκλος οὗ κέντρον μὲν τὸ Β, ἡ δὲ ἐκ τοῦ κέντρου ἡ ΒΑ. κεκινήσθω ἡ ΒΑ εὐθεῖα οὕτως ὥστε τὸ μὲν Β μένειν, τὸ δὲ Α ὁμαλῶς φέρεσθαι κατὰ τῆς τοῦ κύκλου περιφερείας, ἅμα δὲ αὑτῇ ἀρξάμενόν τι σημεῖον ἀπὸ τοῦ Β φερέσθω κατʼ αὑτῆς ὁμαλῶς ὡς ἐπὶ τὸ Α, καὶ ἐν ἴσῳ χρὸνῳ τό τε ἐπὸ τοῦ Β σημεῖον τὴν ΒΑ διερχέσθω καὶ τὸ Α τὴν τοῦ κύκλου περιφέρειαν γράψει δὴ τὸ κατὰ τὴν ΒΑ κινούμενον σημεῖον ἐν τῇ περιφορᾷ γραμμὴν οἵα ἐστὶν ἡ ΒΕΖΑ, καὶ ἀρχὴ μὲν αὐτῆς ἔσται τὸ Β σημεῖον, ἁρχὴ δὲ τῆς περιφορᾶς ἡ ΒΑ, αὐτὴ δὲ ἡ γραυμὴ ἕλιξ καλεῖται. καὶ τὸ ἀρχικὸν αὑτῆς ἐστι σύμπτωμα τοιοῦτον.