Ancient Greek
Book 3
Pappus Alexandrinus, Synagoge 3.32
Not analysed yet
32 Ἥτις γὰρ ἂν διαχθῇ πρὸς αὖτὴν ὡς ἡ ΒΖ καὶ ἐτβληθῇ, ἔστιν ὡς ἡ ὅλη τοῦ κύκλου περιφέρεια πρὸς τὴν Α∠Γ περιφέρειαν, οὕτως ἡ ΑΒ εὔθεῖα πρύς τὴν ΒΖ. Τοῦτο δὲ συνιδεῖν ῥᾴδιον ἐκ τῆς γενέσεως· ἐν ᾧ μὲν γὰρ τὸ Α σημεῖον τὴν ὅλην κύκλου περιφέρειαν διέρχεται, ἐν τούτῳ καὶ τὸ ἀπὸ τοῦ Β τὴν ΒΑ, ἐν ᾧ δὲ τὸ Α τὴν Α∠Γ περιφέρειαν, ἐν τούτῳ καὶ τὸ ἀκὸ τοῦ Β τὴν ΒΖ εὐθεῖαν. καὶ εἰσὶν αἱ κινήσεις αὗται ἑαυταῖς ἰσοταχεῖς, ὥστε καὶ ἀνάλογον εἶναι.