Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗΣ Γ.
Pappus Alexandrinus, Synagoge 79
Not analysed yet
79 μγ΄ Ἐκ τούτου φανερὸν ὅτι, ἐὰν ἐν παραλλήλοις ἐπιπέδοις κύκλοι ὦσιν ,καὶ ἐν αὐτοῖς παράλληλοι εὐθεῖαι αἱ ΑΒ Γ∠ ἐπὶ τὰ αὐτὰ τῶν Ε Ζ κέντρων ὅμοια τμήματα κύκλων ἀπολαμβάνουσαι, παράλληλος ἔσται ἡ μὲν ΑΕ τῇ ΓΖ, ἡ δὲ ΒΕ τῇ ∠Ζ. Ἴσαι γάρ γίνονται διὰ τὴν ὁμοιότητα τῶν τμημάτων αἵ τε Α Γ καὶ αἱ Β ∠γωνίαι ,καὶ παράλληλοι αἱ ΑΒ Γ∠ ἐν παραλλήλοις ἐπιπέδοις.